8
ἐπειδὴ τοίνυν ὁ Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδʼ ἐπετρόπευεν. ἁρπάζοντος δὲ τούτου καὶ πόλλʼ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσʼ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδʼ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθʼ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν.
9
καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθʼ οὑτοσί· τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν. ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστʼ ἐγκαλεῖν αὐτῷ μισθώσεως; οὐ γὰρ νῦν, ἀλλὰ τότʼ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι. καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστʼ εἰπεῖν αὐτῷ.
10
οὐ γὰρ ἄν ποτʼ, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατʼ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότʼ ἂν παραχρῆμʼ ἀπῃτεῖτʼ, εἴ τι προσώφειλεν ὑμῖν. ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, καὶ ἐνείμαθʼ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδʼ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν.
10
ΜΑΡΤΥΡΙΑ.