59
καὶ τούτων οὐδὲν εἵνεκα τοῦ λυσιτελοῦντος εἰς χρήματα πεποίηκεν, ἀλλὰ φιλανθρωπίᾳ καὶ τρόπου ἐπιεικείᾳ. οὔκουν ἄξιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν τοιοῦτον ἄνδρα προέσθαι τούτῳ, οὐδὲ τηνικαῦτʼ ἐλεεῖν ὅτʼ οὐδὲν ἔσται τούτῳ πλέον, ἀλλὰ νῦν ὅτε κύριοι καθέστατε σῷσαι· οὐ γὰρ ἔγωγʼ ὁρῶ καιρὸν ἐν τίνι ἂν μᾶλλον βοηθήσειέ τις αὐτῷ.
60
τὰ μὲν οὖν πόλλʼ ὧν Ἀπολλόδωρος ἐρεῖ, νομίζετʼ εἶναι λόγον καὶ συκοφαντίας, κελεύετε δʼ αὐτὸν ἐπιδεῖξαι, ἢ ὡς οὐ διέθετο ταῦθʼ ὁ πατήρ, ἢ ὡς ἔστιν τις ἄλλη μίσθωσις πλὴν ἧς ἡμεῖς δείκνυμεν, ἢ ὡς οὐκ ἀφῆκεν αὐτὸν διαλογισάμενος τῶν ἐγκλημάτων ἁπάντων, ἃ ἔγνω θʼ ὁ κηδεστὴς ὁ τούτου καὶ οὗτος αὐτὸς συνεχώρησεν, ἢ ὡς διδόασιν οἱ νόμοι δικάζεσθαι τῶν οὕτω πραχθέντων, ἢ τῶν τοιούτων τι δεικνύναι.
61
ἐὰν δʼ ἀπορῶν αἰτίας καὶ βλασφημίας λέγῃ καὶ κακολογῇ, μὴ προσέχετε τὸν νοῦν, μηδʼ ὑμᾶς ἡ τούτου κραυγὴ καὶ ἀναίδειʼ ἐξαπατήσῃ, ἀλλὰ φυλάττετε καὶ μέμνησθʼ ὅσʼ ἡμῶν ἀκηκόατε. κἂν ταῦτα ποιῆτε, αὐτοί τʼ εὐορκήσετε καὶ τοῦτον δικαίως σώσετε, ἄξιον ὄντα νὴ τὸν Δία καὶ θεοὺς ἅπαντας.
62
ἀνάγνωθι λαβὼν αὐτοῖς τὸν νόμον καὶ τὰς μαρτυρίας τασδί.
62
ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑΙ.
62
οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν. οἶμαι γὰρ ὑμᾶς οὐδὲν ἀγνοεῖν τῶν εἰρημένων. ἐξέρα τὸ ὕδωρ.