Thesauros Edebiyat Hitabet πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν

πρὸς τὴν Λάκριτον παραγραφὴν Demosthenes
5 ἡ μὲν τουτουὶ Λακρίτου πονηρία τοιαύτη ἐστίν· ἐγὼ δʼ ὑμῶν δέομαι, ὦ ἄνδρες δικασταί, εὐνοϊκῶς ἀκοῦσαί μου περὶ τοῦ πράγματος τουτουί· κἂν ἐξελέγξω αὐτὸν ἀδικοῦντα ἡμᾶς τε τοὺς δανείσαντας καὶ ὑμᾶς οὐδὲν ἧττον, βοηθεῖτε ἡμῖν τὰ δίκαια.
6 ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, αὐτὸς μὲν οὐδʼ ὁπωστιοῦν ἐγνώριζον τοὺς ἀνθρώπους τούτους· Θρασυμήδης δʼ ὁ Διοφάντου υἱός, ἐκείνου τοῦ Σφηττίου, καὶ Μελάνωπος ὁ ἀδελφὸς αὐτοῦ ἐπιτήδειοί μοί εἰσιν, καὶ χρώμεθα ἀλλήλοις ὡς οἷόν τε μάλιστα. οὗτοι προσῆλθόν μοι μετὰ Λακρίτου τουτουί, ὁπόθεν δήποτε ἐγνωρισμένοι τούτῳ (οὐ γὰρ οἶδα),
7 καὶ ἐδέοντό μου δανεῖσαι χρήματα εἰς τὸν Πόντον Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ καὶ Ἀπολλοδώρῳ, ὅπως ἂν ἐνεργοὶ ὦσιν, οὐδὲν εἰδώς, ὦ ἄνδρες δικασταί, οὐδʼ ὁ Θρασυμήδης τὴν τούτων πονηρίαν, ἀλλʼ οἰόμενος εἶναι ἐπιεικεῖς ἀνθρώπους καὶ οἷοίπερ προσεποιοῦντο καὶ ἔφασαν εἶναι, καὶ ἡγούμενος ποιήσειν αὐτοὺς πάντα ὅσαπερ ὑπισχνεῖτο καὶ ἀνεδέχετο Λάκριτος οὑτοσί.
8 πλεῖστον δʼ ἄρα ἦν ἐψευσμένος, καὶ οὐδὲν ᾔδει οἵοις θηρίοις ἐπλησίαζε τοῖς ἀνθρώποις τούτοις. κἀγὼ πεισθεὶς ὑπὸ τοῦ Θρασυμήδους καὶ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ Λακρίτου τουτουὶ ἀναδεχομένου μοι πάντʼ ἔσεσθαι τὰ δίκαια παρὰ τῶν ἀδελφῶν τῶν αὑτοῦ, ἐδάνεισα μετὰ ξένου τινὸς ἡμετέρου Καρυστίου τριάκοντα μνᾶς ἀργυρίου.
9 βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τῆς συγγραφῆς ἀκοῦσαι ὑμᾶς πρῶτον, καθʼ ἣν ἐδανείσαμεν τὰ χρήματα, καὶ τῶν μαρτύρων τῶν παραγενομένων τῷ δανείσματι· ἔπειτα περὶ τῶν ἄλλων ἐπιδείξομεν, οἷα ἐτοιχωρύχησαν οὗτοι περὶ τὸ δάνειον. λέγε τὴν συγγραφήν, εἶτα τὰς μαρτυρίας.
9 ΣΥΓΓΡΑΦΗ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi