Thesauros Edebiyat Hitabet πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου

πρὸς Φορμίωνα ὑπὲρ δανείου Demosthenes
43 ὡς μὲν τοίνυν γέγονέ μοι τὸ συμβόλαιον πρὸς Φορμίωνʼ Ἀθήνησιν, οὐδʼ αὐτοὶ ἔξαρνοί εἰσιν, παραγράφονται δὲ ὡς οὐκ εἰσαγώγιμον τὴν δίκην οὖσαν. ἀλλʼ εἰς ποῖον δικαστήριον εἰσέλθωμεν, ἄνδρες δικασταί, εἰ μὴ πρὸς ὑμᾶς, οὗπερ τὸ συμβόλαιον ἐποιησάμεθα; δεινὸν γὰρ ἂν εἴη, εἰ μὲν ἕνεκα τοῦ πλοῦ τοῦ Ἀθήναζε ἠδικούμην, εἶναι ἄν μοι παρʼ ὑμῖν τὸ δίκαιον λαβεῖν παρὰ Φορμίωνος, ἐπειδὴ δὲ τὸ συμβόλαιον ἐν τῷ ὑμετέρῳ ἐμπορίῳ γέγονεν, μὴ φάσκειν παρʼ ὑμῖν τούτους ὑφέξειν τὴν δίκην.
44 καὶ ὅτε μὲν Θεοδότῳ τὴν δίαιταν ἐπετρέψαμεν, ὡμολόγησαν εἶναι καθʼ αὑτῶν ἐμοὶ τὴν δίκην εἰσαγώγιμον· νυνὶ δὲ τοὐναντίον λέγουσιν ὧν πρότερον αὐτοὶ συγκεχωρήκασιν, ὡς δέον παρὰ μὲν τῷ Θεοδότῳ τῷ ἰσοτελεῖ ὑποσχεῖν αὐτοὺς δίκην ἄνευ παραγραφῆς, ἐπειδὴ δὲ εἰς τὸ Ἀθηναίων δικαστήριον εἰσερχόμεθα, μηκέτʼ εἰσαγώγιμον τὴν δίκην εἶναι.
45 ἐνθυμοῦμαι δʼ ἔγωγε, τί ἄν ποτε εἰς τὴν παραγραφὴν ἔγραψεν, εἰ ὁ Θεόδοτος ἀπέγνω τῆς δίκης, ὅπου νῦν γνόντος τοῦ Θεοδότου ἀπιέναι ἡμᾶς εἰς τὸ δικαστήριον οὔ φησι τὴν δίκην εἶναι εἰσαγώγιμον παρʼ ὑμῖν, πρὸς οὓς ἐκεῖνος ἔγνω ἀπιέναι. πάθοιμι μέντἂν δεινότατα, εἰ οἱ μὲν νόμοι τῶν Ἀθήνησι συμβολαίων κελεύουσι τὰς δίκας εἶναι πρὸς τοὺς θεσμοθέτας, ὑμεῖς δὲ ἀπογνοίητε τῆς δίκης ὀμωμοκότες κατὰ τοὺς νόμους ψηφιεῖσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi