Thesauros Edebiyat Hitabet πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή

πρὸς Ἀπατούριον παραγραφή Demosthenes
4 ὡς τοίνυν παρὰ τοὺς νόμους τούτους εἴληχέ μοι τὴν δίκην Ἀπατούριος καὶ τὰ ψευδῆ ἐγκέκληκεν, ἐκ πολλῶν ὑμῖν τοῦτʼ ἐπιδείξω. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, πολὺν ἤδη χρόνον ἐπὶ τῆς ἐργασίας ὢν τῆς κατὰ θάλατταν, μέχρι μέν τινος αὐτὸς ἐκινδύνευον, οὔπω δὲ ἔτη ἐστὶν ἑπτὰ ἀφʼ οὗ τὸ μὲν πλεῖν καταλέλυκα, μέτρια δʼ ἔχων τούτοις πειρῶμαι ναυτικοῖς ἐργάζεσθαι.
5 διὰ δὲ τὸ ἀφῖχθαι πολλαχόσε καὶ διὰ τὸ εἶναί μοι τὰς διατριβὰς περὶ τὸ ἐμπόριον γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλατταν· τούτοις δὲ τοῖς ἐκ Βυζαντίου καὶ πάνυ οἰκείως χρῶμαι διὰ τὸ ἐνδιατρῖψαι αὐτόθι. ἔχοντος δέ μου οὕτως ὡς λέγω, κατέπλευσαν δεῦρο τρίτον ἔτος οὗτός τε καὶ πολίτης αὐτοῦ Παρμένων, Βυζάντιος μὲν τὸ γένος, φυγὰς δʼ ἐκεῖθεν.
6 προσιόντες δέ μοι ἐν τῷ ἐμπορίῳ οὗτος καὶ ὁ Παρμένων ἐμνήσθησαν περὶ ἀργυρίου. ἔτυχεν δὲ οὑτοσὶ ὀφείλων ἐπὶ τῇ νηὶ τῇ ἑαυτοῦ τετταράκοντα μνᾶς, καὶ οἱ χρῆσται κατήπειγον αὐτὸν ἀπαιτοῦντες καὶ ἐνεβάτευον εἰς τὴν ναῦν, εἰληφότες τῇ ὑπερημερίᾳ. ἀπορουμένῳ δʼ αὐτῷ μνᾶς μὲν δέκα ὁ Παρμένων ὡμολόγησεν δώσειν, τριάκοντα δὲ μνᾶς ἐδεῖτό μου οὗτος συνευπορῆσαι, αἰτιώμενος τοὺς χρήστας ἐπιθυμοῦντας τῆς νεὼς διαβεβληκέναι αὑτὸν ἐν τῷ ἐμπορίῳ, ἵνα κατάσχωσι τὴν ναῦν εἰς ἀπορίαν καταστήσαντες τοῦ ἀποδοῦναι τὰ χρήματα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi