Thesauros Edebiyat Hitabet πρὸς Ὀνήτορα ἐξούλης α΄

πρὸς Ὀνήτορα ἐξούλης α΄

πρὸς Ὀνήτορα ἐξούλης α΄ Demosthenes
33 ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν. αὕτη γὰρ ἡ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δʼ ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσʼ οὐδενὶ φαίνεται. καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρʼ ἀνδρὸς ὡς ἄνδρʼ ἐβάδιζεν, νῦν δʼ, εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσʼ ἠνείχετʼ ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τʼ ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην ἔχουσα τὴν ἡλικίαν;
34 οὐκ ἔχει ταῦτʼ ἀλήθειαν, ὦ ἄνδρες δικασταί, πιθανήν, ἀλλὰ λόγοι ταῦτʼ εἰσί, συνοικεῖ δʼ ἡ γυνὴ φανερῶς καὶ οὐκ ἐπικρύπτεται τὸ πρᾶγμα. παρέξομαι δʼ ὑμῖν Πασιφῶντος μαρτυρίαν, ὃς ἀρρωστοῦσαν αὐτὴν θεραπεύων ἑώρα παρακαθήμενον Ἄφοβον ἐπὶ τούτου τοῦ ἄρχοντος, ἤδη τούτῳ ταυτησὶ τῆς δίκης εἰληγμένης. καί μοι λαβὲ τὴν Πασιφῶντος μαρτυρίαν.
34 ΜΑΡΤΥΡΙΑ.
35 ἐγὼ τοίνυν εἰδώς, ὦ ἄνδρες δικασταί, καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα, καὶ κύριον τῶν τʼ ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον, καὶ συνοικοῦσαν αὐτῷ τὴν γυναῖκα σαφῶς ἐπιστάμενος, τρεῖς θεραπαίνας ἐξῄτησʼ αὐτόν, αἳ συνοικοῦσάν τε τὴν γυναῖκʼ ᾔδεσαν καὶ τὰ χρήμαθʼ ὅτι παρὰ τούτοις ἦν, ἵνα μὴ λόγοι μόνον, ἀλλὰ καὶ βάσανοι περὶ αὐτῶν γίγνοιντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi