Thesauros Edebiyat Hitabet πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ Demosthenes
24 καὶ μὴν οὐδὲ διʼ ἀπορίαν ἄν τις φήσειεν· πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν. χωρὶς δὲ τούτων οὔτʼ ἀγνῶτες ὑμῖν οὔτʼ ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δʼ ὄντες ἄνθρωποι. καίτοι εἰ μήτʼ ἄποροι μήτʼ ἐχθροὶ τούτου μήτʼ ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τινʼ ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν; ἐγὼ μὲν γὰρ οὐκ οἶδα.
25 ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστʼ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα; ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι. βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτʼ αὐτὸν ψευδόμενον. ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε.
26 καὶ πρὸς τούτοις ἡ μήτηρ κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, διʼ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρʼ ἡνίκʼ ἐτελεύτα, καὶ νομίζεσθαι παρʼ ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθʼ ἡμῶν ποτʼ ἂν ὀμνύναι ταῦτʼ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη. ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτʼ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.
26 ΜΑΡΤΥΡΕΣ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi