17
ἔτι δὲ τὸ πρᾶγμʼ ἂν ἐξελέγξαι ζητῶν, ἐξῄτησεν ἄν με τὸν παῖδα τὸν γράφοντα τὰς μαρτυρίας, ἵνʼ εἰ μὴ παρεδίδουν, μηδὲν δίκαιον λέγειν ἐδόκουν. νῦν δὲ τοσούτου ποιῆσαί τι τούτων ἐδέησεν, ὥστʼ οὐδʼ ἐμοῦ παραδιδόντος, ἐπειδὴ ταῦτʼ ἔξαρνος ἐγένεθʼ οὗτος, παραλαβεῖν ἠθέλησεν, ἀλλʼ ὁμοίως φαίνονται καὶ περὶ τούτων φεύγοντες τὰς βασάνους.
18
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἔν τε τοῖς μάρτυσιν μεμαρτυρηκὼς Αἴσιος οὐκ ἠρνήθη ταῦτʼ ἐπὶ τοῦ δικαστηρίου τούτῳ παρεστηκὼς τῆς μαρτυρίας ἀναγιγνωσκομένης, ἐμοῦ τʼ ἐκδιδόντος τὸν παῖδα περὶ ἁπάντων τούτων βασανίζειν αὐτοῖς οὐκ ἠθέλησε παραλαβεῖν, καθʼ ἕκαστον ὑμῖν παρέξομαι τοὺς μάρτυρας. καί μοι κάλει δεῦρʼ αὐτούς.
18
ΜΑΡΤΥΡΕΣ.
19
ὃ τοίνυν, ὦ ἄνδρες δικασταί, πάντων τῶν εἰρημένων οἶμαι μέγιστον ὑμῖν ἐρεῖν σημεῖον τοῦ ταῦτʼ ἀποκρίνασθαι τοῦτον, βούλομαι διελθεῖν. ἐπειδὴ γὰρ ἐξῄτει με τὸν ἄνθρωπον ταῦθʼ ὡμολογηκὼς ἃ μεμαρτύρηται, βουλόμενος καὶ τότʼ αὐτὸν ἐξελέγξαι τεχνάζοντα τί ποιῶ;
20
προσκαλοῦμαι κατὰ Δήμωνος εἰς μαρτυρίαν, ὄντος αὐτῷ θείου καὶ κοινωνοῦ τῶν ἀδικημάτων, καὶ συγγράψας ταῦτʼ ἐκέλευον μαρτυρεῖν, ἃ νῦν διώκει τῶν ψευδομαρτυρίων. οὗτος δὲ τὸ μὲν πρῶτον ἀπηναισχύντει, τοῦ δὲ διαιτητοῦ κελεύοντος μαρτυρεῖν ἢ ἐξομνύειν ἐμαρτύρησεν πάνυ μόγις. καίτοι εἴ γʼ ἦν δοῦλος ἅνθρωπος καὶ μὴ προωμολόγητο πρὸς τοῦδʼ ἐλεύθερος εἶναι, τί μαθὼν ἐμαρτύρησεν, ἀλλʼ οὐκ ἐξομόσας ἀπηλλάγη τοῦ πράγματος;