Thesauros Edebiyat Hitabet πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄

πρὸς Ἄφοβον ὑπὲρ Φάνου ψευδομαρτυριῶν γ΄ Demosthenes
44 ἐπειδὴ τοίνυν ὡμολόγηθʼ ὑπʼ αὐτοῦ τούτου τὸν πατέρʼ ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι, τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων· ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν, φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν.
45 οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι δοῦναι. ταῦτα δὴ τὰ χρήματʼ οὐδαμοῦ παραδοὺς ἐφαίνετο, οὐδʼ ἐλάττω μικροῖς· ἀλλὰ τὰ μὲν ἀνηλωκέναι, τὰ δʼ οὐ λαβεῖν ἔφη, τὰ δʼ οὐκ εἰδέναι, τὰ δὲ τὸν δεῖνʼ ἔχειν, τὰ δʼ ἔνδον εἶναι, τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν.
46 περὶ δὲ τοῦ μὴ καταλειφθῆναι τὰ χρήματʼ ἔνδον, βούλομαι σαφῶς ὑμῖν ἐπιδεῖξαι ψευδόμενον. τοῦτον γὰρ τὸν λόγον καθεῖκεν, ἐπειδὴ τὰ χρήματα μὲν πολλὰ πέφηνεν ὄντα, οὐκ ἔχει δʼ ἐπιδεῖξαι ταῦθʼ ὡς ἀποδέδωκεν, ἵνʼ ἐξ εἰκότος οὐδὲν προσῆκον ἡμῖν φανῇ κομίζεσθαι τά γʼ ὄντα παρʼ ἡμῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi