Thesauros Edebiyat Hitabet κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄

κατὰ Ἀφόβου β΄ Demosthenes
23 ταῦτʼ οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, ᾗ δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε. πίστεις δʼ ἔχεθʼ ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτʼ ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλʼ αὐτοὶ πάντʼ ἔχοντες.
24 ὧν ἐνθυμουμένους χρὴ ποιήσασθαί τινʼ ἡμῶν πρόνοιαν, εἰδότας ὅτι ἐγὼ μὲν τἀμαυτοῦ διʼ ὑμῶν κομισάμενος εἰκότως λῃτουργεῖν ἐθελήσω, χάριτας ὀφείλων ὅτι μοι δικαίως ἀπέδοτε τὴν οὐσίαν, οὗτος δʼ, ἐὰν αὐτὸν ποιήσητε τῶν ἐμῶν κύριον, οὐδὲν ποιήσει τοιοῦτον. μὴ γὰρ οἴεσθʼ αὐτόν, ὑπὲρ ὧν ἤρνηται μὴ λαβεῖν, ὑπὲρ τούτων ὑμῖν λῃτουργεῖν ἐθελήσειν, ἀλλʼ ἀποκρύψεσθαι μᾶλλον, ἵνα δικαίως ἀποπεφευγέναι δοκῇ.
← Önceki 8 / 8

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi