Thesauros Edebiyat Hitabet κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄

κατὰ Ἀριστογείτονος α΄ Demosthenes
41 οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλʼ οὗτος πρᾶγμʼ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθʼ ἕνʼ ὑμῶν παρʼ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας (οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι), ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δʼ οἱ πεπληγμένοι.
42 ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δʼ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. ἀλλʼ ὧν ἔργῳ πεῖραν εἰλήφατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέποτʼ ἐκ λόγου ταῦτα σκοπεῖσθε. οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντʼ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ. τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν; τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου; τί δέ, ἀφʼ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν ἡ πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφʼ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi