Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
190 οἶμαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων, ὡς δείνʼ ἂν πάθοι, εἰ γράψας ὅπως Ἀθηναίων μηδεὶς δεθήσεται αὐτὸς πείσεταί τι κακόν, καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ μετριωτάτους εἶναι ὑπὲρ τῶν ἀδυνάτων μάλιστʼ ἐστίν. πρὸς δὴ τοὺς τοιούτους λόγους βέλτιον ἀκηκοέναι μικρὰ πάντας ὑμᾶς, ἵνʼ ἧττον ἐξαπατᾶσθε.
191 ὅταν μὲν γὰρ λέγῃ, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται, μὴ λανθανέτω ψευδόμενος ὑμᾶς. οὐ γὰρ τοῦτο τέθηκεν, ἀλλʼ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε· καὶ τὴν μεθʼ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν. μὴ δὴ ταῦθʼ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω, ἃ φιλανθρωπότατʼ ἐστὶν ἀκοῦσαι· ἀλλʼ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς, καὶ τὰ συμβαίνοντʼ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω. εὑρήσετε γὰρ ταῦτʼ ὄνθʼ ἃ ἐγὼ λέγω, καὶ οὐχ ἅ φησιν οὗτος.
192 ἀλλὰ μὴν πρός γε τὸ τοῖς πολλοῖς συμφέρειν τοὺς νόμους πράους καὶ μετρίους εἶναι τάδε χρὴ σκοπεῖν. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δύʼ εἴδη περὶ ὧν εἰσιν οἱ νόμοι κατὰ πάσας τὰς πόλεις· ὧν τὸ μέν ἐστιν, διʼ ὧν χρώμεθʼ ἀλλήλοις καὶ συναλλάττομεν καὶ περὶ τῶν ἰδίων ἃ χρὴ ποιεῖν διωρίσμεθα καὶ ζῶμεν ὅλως τὰ πρὸς ἡμᾶς αὐτούς, τὸ δέ, ὃν τρόπον δεῖ τῷ κοινῷ τῆς πόλεως ἕνʼ ἕκαστον ἡμῶν χρῆσθαι, ἂν πολιτεύεσθαι βούληται καὶ φῇ κήδεσθαι τῆς πόλεως.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi