Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
154 ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν. ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν, παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων. ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου. ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα, ὦ ἄνδρες δικασταί, τοιούτων πραγμάτων, οὐδʼ εἰ μήπω ἂν ἐκφύοι, ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ἢ ποιεῖν τι τοιοῦτον δίκην διδόναι.
155 ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν ὑμᾶς, ἄξιόν ἐστιν ἀκοῦσαι. ὁρῶν γὰρ ἑκάστοτε πάντας, καὶ τοὺς πολιτευομένους καὶ τοὺς ἰδιώτας, τοὺς νόμους τῶν τῆς πόλεως ἀγαθῶν αἰτίους ὑπολαμβάνοντας, ἐσκόπει πῶς λήσει τούτους καταλύσας, κἂν ἄρα ληφθῇ τοῦτο ποιῶν, μὴ δόξει δεινὸν μηδʼ ἀναιδὲς μηδὲν εἰργάσθαι.
156 εὗρεν οὖν τοῦθʼ ὃ πεποίηκεν, νόμῳ τοὺς νόμους καταλῦσαι, ἵνα τἀδικήματʼ αὐτοῦ τὸ τῆς σωτηρίας ὄνομʼ ἔχῃ. οἵ τε γὰρ σῴζοντες τὴν πόλιν εἰσὶ νόμοι, ὅν θʼ οὗτος ἔθηκεν οὐδὲν ἐκείνοις τῶν αὐτῶν ἔχοντα, νόμος. τὴν μὲν οὖν τοῦ ὀνόματος φιλανθρωπίαν, ὅτι ταύτην ἂν μάλιστα προσεῖσθε, κατεῖδεν· τὴν δὲ χρείαν, ὅτι τἀναντίʼ ἔχουσα φανήσεται, παρεῖδεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi