Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
134 ἀλλὰ μετʼ Εὐκλείδην ἄρχοντʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν Θρασύβουλον τὸν Κολλυτέα πάντες μέμνησθε δὶς δεθέντα καὶ κριθέντʼ ἀμφοτέρας τὰς κρίσεις ἐν τῷ δήμῳ· καίτοι τῶν ἐκ Πειραιῶς κἀπὸ Φυλῆς οὗτος ἦν. ἔπειτα Φιλέψιον τὸν Λαμπτρέα. ἔπειτʼ Ἀγύρριον τὸν Κολλυτέα, ἄνδρα χρηστὸν καὶ δημοτικὸν καὶ περὶ τὸ πλῆθος τὸ ὑμέτερον πολλὰ σπουδάσαντα·
135 ἀλλʼ ὅμως τοὺς νόμους ᾤετο δεῖν καὶ αὐτὸς ἐκεῖνος ὁμοίως, ὥσπερ ἐπὶ τοῖς ἀδυνάτοις, οὕτω καὶ ἐφʼ αὑτῷ ἰσχύειν, καὶ ἐγένετʼ ἐν τῷ οἰκήματι τούτῳ πόλλʼ ἔτη, ἕως τὰ χρήματα ἀπέτεισεν ἃ ἔδοξε τῆς πόλεως ὄντʼ ἔχειν· καὶ ἐπʼ ἐκείνῳ Καλλίστρατος δυνάμενος καὶ ἀδελφιδοῦς ὢν αὐτοῦ οὐκ ἐτίθει νόμους. καὶ Μυρωνίδης ὁ Ἀρχίνου υἱός, τοῦ καταλαβόντος Φυλὴν καὶ μετά γε τοὺς θεοὺς αἰτιωτάτου ὄντος τῆς καθόδου τῷ δήμῳ, καὶ ἄλλα πολλὰ καὶ καλὰ πεπολιτευμένου καὶ ἐστρατηγηκότος πολλάκις.
136 ἀλλʼ ὅμως ἅπαντες οὗτοι ὑπέμενον τοὺς νόμους. καὶ οἱ ταμίαι ἐφʼ ὧν ὁ Ὀπισθόδομος ἐνεπρήσθη, καὶ οἱ τῶν τῆς θεοῦ καὶ οἱ τῶν ἄλλων θεῶν, ἐν τῷ οἰκήματι τούτῳ ἦσαν, ἕως ἡ κρίσις αὐτοῖς ἐγένετο. καὶ οἱ περὶ τὸν σῖτον ἀδικεῖν δόξαντες, καὶ ἄλλοι πολλοί, ὦ ἄνδρες δικασταί, πάντες βελτίους Ἀνδροτίωνος ὄντες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi