Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
117 σκοπεῖτε δʼ ὡς ἀληθῆ λέγω, ἐκ τωνδί. εἰ μὲν γὰρ Εὐκτήμων ἑάλω τὴν τῶν παρανόμων γραφήν, οὐκ ἂν ἔθηκε τοῦτον τὸν νόμον ὁ Τιμοκράτης, οὐδʼ ἂν ἐδεῖθʼ ἡ πόλις τούτου τοῦ νόμου, ἀλλʼ ἐξήρκει ἂν αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα τῶν ἄλλων μὴ φροντίζειν. νῦν δʼ, ἐπειδὴ ἀπέφυγεν, τὸ μὲν ὑμέτερον δόγμα καὶ τὴν τοῦ δικαστηρίου ψῆφον καὶ τοὺς ἄλλους νόμους ἀκύρους οἴεται δεῖν εἶναι, αὑτὸν δὲ καὶ τὸν αὑτοῦ νόμον κύριον.
118 καίτοι, ὦ Τιμόκρατες, οἱ μὲν ὄντες ἡμῖν κύριοι νόμοι τουτουσὶ ποιοῦσι κυρίους ἁπάντων, καὶ διδόασιν αὐτοῖς ἀκούσασιν, ὁποῖον ἄν τι νομίζωσι τἀδίκημα, τοιαύτῃ περὶ τοῦ ἠδικηκότος χρῆσθαι τῇ ὀργῇ, μέγα μεγάλῃ, μικρὸν μικρᾷ. ὅταν γὰρ ᾖ ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι, τὸ τιμᾶν ἐπὶ τούτοις γίγνεται.
119 σὺ τοίνυν τὸ παθεῖν ἀφαιρεῖς τὸν δεσμὸν ἀφιείς· καὶ ταῦτα τίσιν; τοῖς κλέπταις, τοῖς ἱεροσύλοις, τοῖς πατραλοίαις, τοῖς ἀνδροφόνοις, τοῖς ἀστρατεύτοις, τοῖς λιποῦσι τὰς τάξεις· τούτους γὰρ πάντας σῴζεις τῷ νόμῳ. καίτοι ὅστις ἐν δημοκρατίᾳ νομοθετῶν μήθʼ ὑπὲρ τῶν ἱερῶν μήθʼ ὑπὲρ τοῦ δήμου νομοθετεῖ, ἀλλʼ ὑπὲρ ὧν εἶπον ἀρτίως, πῶς οὐ δίκαιός ἐστι τῆς ἐσχάτης τιμωρίας τυχεῖν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi