Thesauros Edebiyat Hitabet κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους

κατὰ Τιμοκράτους Demosthenes
80 ἐνθυμεῖσθʼ ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν· ἐπὶ τὸν δῆμον, ἐκκλέπτων τὸν ἠδικηκότα καὶ τὴν παράδοσιν αὐτοῦ τὴν τοῖς ἕνδεκα. τίς γὰρ ἀρχὴ παραδώσει τὸν ὀφλόντα; τίς τῶν ἕνδεκα παραλήψεται; κελεύοντος μὲν τούτου ἐν τῷ δήμῳ καθιστάναι τοὺς ἐγγυητάς, ἀδυνάτου δʼ ὄντος αὐθημερὸν ἐκκλησίαν ἅμα καὶ δικαστήριον γενέσθαι, οὐδαμοῦ δʼ ἐπιτάττοντος φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς.
81 καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς; πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή.
82 εἶτα πῶς γέγραπται μετὰ ταῦτα; καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ τὸ γιγνόμενον, ὃ ὦφλεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi