Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
207 τεκμήριον δέ· τὴν Θεμιστοκλέους μὲν οἰκίαν καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῶν πολλῶν οὐδὲν σεμνοτέραν οὖσαν, τὰ δὲ τῆς πόλεως οἰκοδομήματα καὶ κατασκευάσματα τηλικαῦτα καὶ τοιαῦθʼ ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, Πειραιεύς, τἄλλʼ οἷς κατεσκευασμένην ὁρᾶτε τὴν πόλιν.
208 νῦν δʼ ἰδίᾳ μὲν ἑκάστῳ τῶν τὰ κοινὰ πραττόντων τοσαύτη περιουσία ἐστὶν ὥστε τινὲς μὲν αὐτῶν πολλῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας κατεσκευάκασιν οἰκίας, γῆν δʼ ἔνιοι πλείω πάντων ὑμῶν τῶν ἐν τῷ δικαστηρίῳ συνεώνηνται· δημοσίᾳ δʼ ὑμεῖς ἃ μὲν οἰκοδομεῖτε καὶ κονιᾶτε, ὡς μικρὰ καὶ γλίσχρα, αἰσχύνη λέγειν. ἀλλʼ ἔχετʼ εἰπεῖν ὅ τι κοινῇ κτησάμενοι καταλείψετε, ὥσπερ ἐκεῖνοι Χερρόνησον, Ἀμφίπολιν, δόξαν ἔργων καλῶν; ἣν οἱ τοιοῦτοι πολῖται πάντʼ ἀναλίσκοντες τρόπον οὐχ οἷοί τʼ εἰσὶν ἀφανίσαι, ὦ ἄνδρες Ἀθηναῖοι.
209 εἰκότως· τότε μὲν γὰρ τῷ κυρίῳ τῶν φόρων γενομένῳ τάξαι Ἀριστείδῃ οὐδὲ μιᾷ δραχμῇ πλείω τὰ ὑπάρχοντʼ ἐγένετο, ἀλλὰ καὶ τελευτήσαντʼ αὐτὸν ἔθαψεν ἡ πόλις· ὑμῖν δʼ, εἴ τι δέοισθε, χρήμαθʼ ὑπῆρχε κοινῇ πλεῖστα τῶν πάντων Ἑλλήνων, ὥσθʼ ὁπόσου χρόνου ψηφίσαισθʼ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε. νῦν δʼ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι· ὑμῖν δʼ οὐδὲ μιᾶς ἡμέρας ἐφόδιʼ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλʼ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε. τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δʼ ὑπηρέτης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi