Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
108 ἀλλʼ ὅμως ἐκεῖνοι, τέως μὲν ἑώρων αὐτὸν τηλικοῦτον ἡλίκος ὢν πιστὸς ὑπῆρχεν, σύμμαχοί τʼ ἦσαν καὶ διʼ ἐκεῖνον ἡμῖν ἐπολέμουν, ἐπειδὴ δʼ εἶδον μείζω τῆς πρὸς αὑτοὺς πίστεως γιγνόμενον, τοσοῦτʼ ἀπέχουσι τοῦ ψηφίσασθαι, ἐάν τις ἀποκτείνῃ τινὰ τῶν ἐκείνῳ συγκατεσκευακότων τὴν ἀρχήν, ἐκ τῶν ἑαυτῶν συμμάχων ἀγώγιμον εἶναι,
109 ὥσθʼ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστʼ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας, φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι. εἶτʼ Ὀλύνθιοι μὲν ἴσασι τὸ μέλλον προορᾶν, ὑμεῖς δʼ ὄντες Ἀθηναῖοι ταὐτὸν τοῦτʼ οὐχὶ ποιήσετε; ἀλλʼ αἰσχρὸν τοὺς τῷ περὶ πραγμάτων ἐπίστασθαι βουλεύσασθαι δοκοῦντας προέχειν ἧττον Ὀλυνθίων τὸ συμφέρον εἰδότας ὀφθῆναι.
110 ἀκούω τοίνυν αὐτὸν καὶ τοιοῦτόν τινʼ ἐρεῖν λόγον, οἷον καὶ πρότερόν ποτʼ Ἀριστόμαχος παρʼ ὑμῖν ἐδημηγόρει, ὡς οὐκ ἔστιν ὅπως ποτὲ Κερσοβλέπτης αἱρήσεται Χερρόνησον ἀποστερεῖν ἐπιχειρῶν ἐχθρὸς ὑμῖν εἶναι· οὐδὲ γὰρ εἰ λάβοι καὶ κατάσχοι, λυσιτελήσειν αὐτῷ. ἐκ μέν γʼ ἐκείνης οὐκ ἔστιν ὑπὲρ τριάκοντα τάλανθʼ ἡ πρόσοδος μὴ πολεμουμένης, εἰ πολεμήσεται δέ, οὐδὲ ἕν· ἐκ δὲ τῶν ἐμπορίων, ἃ τότʼ ἂν κλεισθείη, πλεῖν ἢ διακόσια τάλαντά ἐσθʼ ἡ πρόσοδος· ὥστε τί βουλόμενος μικρὰ λαμβάνειν καὶ πολεμεῖν ἂν ἕλοιτο, ἐξὸν τὰ πλείω καὶ φίλος εἶναι, θαυμάζειν φήσουσιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi