Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
92 οἶμαι τοίνυν αὐτὸν κἀκεῖνον ἐρεῖν τὸν λόγον, καὶ σφόδρα ταύτῃ ζητήσειν ἐξαπατᾶν ὑμᾶς, ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δʼ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα, ὥστε κἂν αὐτοῦ νῦν ἀποψηφίσησθε, ἥ γε πόλις φλαῦρον οὐδὲν πείσεται κατὰ τὸ ψήφισμα τοῦτο.
93 ἐγὼ δὲ πρὸς ταῦτʼ οἶμαι δεῖν ὑμᾶς ἐκεῖνʼ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθʼ οὗτος ἔγραψεν οὐχ ἵνʼ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο) ἀλλʼ ἵνʼ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν. ἄτοπον δὴ γένοιτʼ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.
94 ἔτι τοίνυν οὐδʼ ἁπλοῦν τοῦθʼ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δʼ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμʼ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκʼ ἂν ᾖ τοῦτʼ ἀποπεφευγός; τίς δʼ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτʼ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλʼ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi