Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
64 νὴ Δία, ἴσως εἴποι τις ἄν, ἀλλὰ ταῦτα μὲν οὐδενός ἐστʼ ἄξιʼ οὐδὲ δικαίως εὑρημένα, ἃ δʼ ἔγραψεν οὗτος, δίκαια καὶ καλά. ἀλλὰ τοὐναντίον τούτου μὲν τοῦ ψηφίσματος οὐκ οἶδʼ εἴ τι δεινότερον γέγονεν πώποτʼ ἐν ὑμῖν, τούτων δὲ τῶν πάντων ὁπόσʼ ἐστὶ δικαστήριʼ ἐν ἀνθρώποις οὐδὲν οὔτε σεμνότερον οὔτε δικαιότερον φανήσεται. βούλομαι δʼ εἰπεῖν διὰ βραχέων ἃ καὶ ζῆλόν τινα καὶ τιμὴν φέρει τῇ πόλει ῥηθέντα καὶ ἡδίους ἔσεσθʼ ἀκούσαντες. ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν μάλιστα μαθήσεσθε, ἐπὶ τὴν δωρειὰν ἐπανελθὼν ἣ τῷ Χαριδήμῳ δέδοται.
65 ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα πολίτην, καὶ διὰ τῆς δωρειᾶς ταύτης μετεδώκαμεν αὐτῷ καὶ ἱερῶν καὶ ὁσίων καὶ νομίμων καὶ πάντων ὅσων περ αὐτοῖς μέτεστιν ἡμῖν. πολλὰ μὲν δὴ παρʼ ἡμῖν ἐστι τοιαῦθʼ οἷʼ οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον, τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, ὑπὲρ οὗ τοσαῦτʼ ἔστιν εἰπεῖν καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρές ἐσμεν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου· ὧν ὡσπερεὶ δείγματος εἵνεκʼ ἄξιόν ἐστιν ἓν ἢ δύʼ ἀκοῦσαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi