Thesauros Edebiyat Hitabet κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους

κατὰ Ἀριστοκράτους Demosthenes
59 λύσασι μὲν τοίνυν τὸ ψήφισμα, ἂν ἄρα συμβῇ τι παθεῖν ἐκείνῳ, εἰσὶν αἱ κατὰ τοὺς νόμους ὑπὲρ αὐτοῦ τιμωρίαι· ἐῶσι δέ, ἂν ἄρʼ ἐκεῖνος ζῶν ἀδικῇ τινα, ἀνῄρηται τοῖς ὑβριζομένοις ἡ μετὰ τῶν νόμων δίκη. ὥστε πανταχῇ καὶ ἐναντίον ἐστὶ τοῖς νόμοις τὸ ψήφισμα καὶ λῦσαι συμφέρει.
60 λέγε τὸν μετὰ ταῦτα νόμον.
60 ΝΟΜΟΣ.
60 καὶ ἐὰν φέροντα ἢ ἄγοντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι.
60 ἄλλα ταῦτʼ ἐφʼ οἷς ἔξεστι κτεῖναι. ἐὰν ἄγοντα ἢ φέροντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι κελεύει. θεάσασθε πρὸς Διὸς ὡς εὖ· τῷ μὲν ὑπειπών, ἐφʼ οἷς ἐξεῖναι κτείνειν, προσγράψαι τὸ εὐθὺς ἀφεῖλε τὸν τοῦ βουλεύσασθαί τι κακὸν χρόνον· τῷ δὲ ἀμυνόμενος γράψαι δηλοῖ τῷ πάσχοντι διδοὺς τὴν ἐξουσίαν, οὐκ ἄλλῳ τινί. ὁ μὲν δὴ νόμος εὐθὺς ἀμυνομένῳ δέδωκεν ἀποκτιννύναι, ὁ δʼ οὐδὲν εἴρηκεν, ἀλλʼ ἁπλῶς ἐάν τις ἀποκτείνῃ, κἂν ὡς οἱ νόμοι διδόασιν.
61 ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸ πρᾶγμα· τίνα γὰρ οἴσει ἢ ἄξει βίᾳ ἀδίκως Χαρίδημος; πάντας ἀνθρώπους. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι πάντες οἱ στράτευμʼ ἔχοντες, ὧν ἂν οἴωνται κρείττους ἔσεσθαι, ἄγουσι καὶ φέρουσι χρήματʼ αἰτοῦντες. εἶτʼ οὐ δεινόν, ὦ γῆ καὶ θεοί, καὶ φανερῶς παράνομον, οὐ μόνον παρὰ τὸν γεγραμμένον νόμον, ἀλλὰ καὶ παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων, τὸν ἄγοντʼ ἢ φέροντα βίᾳ τἄμʼ ἐν πολεμίου μοίρᾳ μὴ ἐξεῖναί μοι ἀμύνεσθαι, εἴ γε μηδὲ τοῦτον τὸν τρόπον ἐξέσται Χαρίδημον ἀποκτεῖναι, ἀλλά, ἐὰν ἀδικῶν ἄγῃ καὶ φέρῃ βίᾳ τά τινος λῃζόμενος, ἀγώγιμος ὁ κτείνας ἔσται, τοῦ νόμου διδόντος, ἐὰν ἐπὶ τούτοις, ἀθῷον εἶναι;
62 λέγε τὸν μετὰ ταῦτα νόμον.
62 ΝΟΜΟΣ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi