50
ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτʼ ἔχει. ἄν τις τύπτῃ τινά φησὶν ἄρχων χειρῶν ἀδίκων, ὡς, εἴ γʼ ἠμύνατο, οὐκ ἀδικεῖ. ἄν τις κακῶς ἀγορεύῃ, τὰ ψευδῆ προσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. ἄν τις ἀποκτείνῃ, ἐκ προνοίας, ὡς, εἴ γʼ ἄκων, οὐ ταὐτόν. ἄν τις καταβλάψῃ τινά, ἑκὼν ἀδίκως. πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμʼ εὑρήσομεν. ἀλλʼ οὐ σοί, ἀλλʼ ἁπλῶς, ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω, κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφʼ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.
51
λέγε τὸν μετὰ ταῦτα νόμον.
51
ΝΟΜΟΣ.
51
φόνου δὲ δίκας μὴ εἶναι μηδαμοῦ κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστιν.
51
ὁ μὲν νόμος ἐστὶν οὗτος Δράκοντος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ ἄλλοι δὲ ὅσους ἐκ τῶν φονικῶν νόμων παρεγραψάμην· δεῖ δʼ ἃ λέγει σκέψασθαι. κατὰ τῶν ἐνδεικνύντων φησὶ τοὺς κατιόντας ἀνδροφόνους ὅποι μὴ ἔξεστι δίκας φόνου μὴ εἶναι. ἐνταυθὶ δύο δηλοῖ δίκαια, ἃ παρʼ ἀμφότερʼ οὗτος εἴρηκεν τὸ ψήφισμα, ὅτι τʼ ἐνδεικνύναι δίδωσι τὸν ἀνδροφόνον καὶ οὐκ αὐτὸν ἀγώγιμον οἴχεσθαι λαβόντα, καὶ ὅτι, ἐὰν κατίῃ τις ὅποι μὴ ἔξεστι, καὶ αὐτὸ τοῦτο δίδωσιν, οὐχ ὅπου βούλεταί τις.
52
οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; ἐάν τις κατίῃ φησί. τοῦτο δʼ οὐκ ἔστʼ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις· ὅθεν γὰρ μηδʼ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην. ὁ μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, ἂν κατίῃ ὅποι μὴ ἔξεστιν· ὁ δὲ ἀγώγιμος ἔστω γέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.
53
λέγʼ ἄλλον νόμον.