Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
203 ἂν δέ τι φλαῦρον, ὃ μηδεὶς ἂν βούλοιτο τῶν ἄλλων, πρῶτος ἀνέστηκεν εὐθέως καὶ δημηγορεῖ, ἐπεμβαίνων τῷ καιρῷ καὶ τῆς σιωπῆς ἀπολαύων ἣν ἐπὶ τῷ περὶ τῶν συμβεβηκότων ἄχθεσθαι ποιεῖσθʼ ὑμεῖς· τοιοῦτοι γάρ ἐστʼ, ὦ ἄνδρες Ἀθηναῖοι· οὐ γὰρ ἐξέρχεσθε, οὐδʼ οἴεσθε δεῖν χρήματʼ εἰσφέρειν. εἶτα θαυμάζετʼ εἰ κακῶς τὰ πράγμαθʼ ὑμῖν ἔχει; ἔμʼ οἴεσθʼ ὑμῖν εἰσοίσειν, ὑμεῖς δὲ νεμεῖσθαι; ἔμʼ οἴεσθε τριηραρχήσειν, ὑμεῖς δʼ οὐκ ἐμβήσεσθαι;
204 τοιαῦθʼ ὑβρίζων καὶ τὴν ἀπὸ τῆς ψυχῆς πικρίαν καὶ κακόνοιαν, ἣν κατὰ τῶν πολλῶν ὑμῶν ἔχων ἀφανῆ παρʼ ἑαυτῷ περιέρχεται, φανερὰν ἐπὶ τοῦ καιροῦ καθιστάς. δεῖ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμᾶς οὕτω νῦν, ὅταν ἐξαπατῶν καὶ φενακίζων ὀδύρηται καὶ κλάῃ καὶ δέηται, ταῦθʼ ὑποβάλλειν αὐτῷ· τοιοῦτος γὰρ εἶ, Μειδία· ὑβριστὴς γὰρ εἶ, οὐκ ἐθέλεις ἔχειν παρὰ σεαυτῷ τὼ χεῖρε. εἶτα θαυμάζεις εἰ κακὸς κακῶς ἀπολεῖ; ἀλλὰ νομίζεις ἡμᾶς μὲν ἀνέξεσθαί σου, αὐτὸς δὲ τυπτήσειν; καὶ ἡμᾶς μὲν ἀποψηφιεῖσθαί σου, σὺ δʼ οὐ παύσεσθαι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi