Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
118 χρῆν μὲν οὐδʼ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεται)· ὅμως δʼ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθʼ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστʼ ἀπολωλέναι;
119 ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ τῇ μὲν προτεραίᾳ ὅτε ταῦτʼ ἔλεγεν, εἰσεληλύθει καὶ διείλεκτʼ ἐκείνῳ, τῇ δʼ ὑστεραίᾳ πάλιν (τοῦτο γάρ, τοῦτʼ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, ἄνδρες Ἀθηναῖοι) εἰσελθὼν οἴκαδʼ ὡς ἐκεῖνον καὶ ἐφεξῆς οὑτωσὶ καθεζόμενος, τὴν δεξιὰν ἐμβαλών, παρόντων πολλῶν, μετὰ τοὺς ἐν τῇ βουλῇ τούτους λόγους, ἐν οἷς αὐτόχειρα καὶ τὰ δεινότατʼ εἰρήκει τὸν Ἀρίσταρχον, ὤμνυε μὲν κατʼ ἐξωλείας μηδὲν εἰρηκέναι κατʼ αὐτοῦ φλαῦρον, καὶ οὐδὲν ἐφρόντιζʼ ἐπιορκῶν, καὶ ταῦτα παρόντων τῶν συνειδότων, ἠξίου δὲ καὶ πρὸς ἔμʼ αὑτῷ διʼ ἐκείνου γίγνεσθαι τὰς διαλύσεις, τούτων τοὺς παρόντας ὑμῖν καλῶ μάρτυρας.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi