Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
114 οὕτω τοίνυν οὗτός ἐστʼ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δʼ ἀληθὲς ἢ ψεῦδος ἢ πρὸς ἐχθρὸν ἢ φίλον ἢ τὰ τοιαῦτα, ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων, ὥστʼ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμʼ ἐπαγαγών, εἴασε μέν μʼ εἰσιτητήριʼ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως,
115 εἴασε δʼ ἀρχεθεωροῦντʼ ἀγαγεῖν τῷ Διὶ τῷ Νεμείῳ τὴν κοινὴν ὑπὲρ τῆς πόλεως θεωρίαν, περιεῖδε δὲ ταῖς σεμναῖς θεαῖς ἱεροποιὸν αἱρεθέντʼ ἐξ Ἀθηναίων ἁπάντων τρίτον αὐτὸν καὶ καταρξάμενον τῶν ἱερῶν. ἆρʼ ἄν, εἴ γʼ εἶχε στιγμὴν ἢ σκιὰν τούτων ὧν κατεσκεύαζεν κατʼ ἐμοῦ, ταῦτʼ ἂν εἴασεν; ἐγὼ μὲν οὐκ οἶμαι. οὐκοῦν ἐξελέγχεται τούτοις ἐναργῶς ὕβρει ζητῶν μʼ ἐκβάλλειν ἐκ τῆς πατρίδος.
116 ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμʼ οὐδὲ καθʼ ἕν, πανταχῇ στρέφων, οἷός τʼ ἦν ἀγαγεῖν ἐπʼ ἐμέ, φανερῶς ἤδη διʼ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ· τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτος ἀγνοεῖτʼ ἔφη ὦ βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρʼ ἔχοντες λέγων τὸν Ἀρίσταρχον μέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε;
117 οὐχὶ συλλήψεσθε; καὶ ταῦτʼ ἔλεγʼ ἡ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρʼ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτʼ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφʼ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτʼ ἔλεγεν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi