Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
104 ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον καὶ κοινὸν ἔμοιγʼ ἀσέβημα, οὐκ ἀδίκημα μόνον, τούτῳ πεπρᾶχθαι δοκεῖ, τοῦτʼ ἐρῶ. τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ κακῆς καὶ χαλεπῆς συμβάσης αἰτίας Ἀριστάρχῳ τῷ Μόσχου, τὸ μὲν πρῶτον, ὦ ἄνδρες Ἀθηναῖοι, κατὰ τὴν ἀγορὰν περιιὼν ἀσεβεῖς καὶ δεινοὺς λόγους ἐτόλμα περὶ ἐμοῦ λέγειν, ὡς ἐγὼ τὸ πρᾶγμʼ εἰμὶ τοῦτο δεδρακώς· ὡς δʼ οὐδὲν ἤνυε τούτοις, προσελθὼν τοῖς ἐπʼ ἐκεῖνον ἄγουσι τὴν αἰτίαν τοῦ φόνου, τοῖς τοῦ τετελευτηκότος οἰκείοις, χρήμαθʼ ὑπισχνεῖτο δώσειν εἰ τοῦ πράγματος αἰτιῷντʼ ἐμέ, καὶ οὔτε θεοὺς οὔθʼ ὁσίαν οὔτʼ ἄλλʼ οὐδὲν ἐποιήσατʼ ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν.
105 ἀλλʼ οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη, εἰ τοιοῦτο κακὸν καὶ τηλικοῦτον ἀδίκως ἐπάγει τῳ, ἀλλʼ ἕνʼ ὅρον θέμενος παντὶ τρόπῳ μʼ ἀνελεῖν, οὐδὲν ἐλλείπειν ᾤετο δεῖν, ὡς δέον, εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου δίκης ἀξιοῖ τυχεῖν καὶ μὴ σιωπᾷ, τοῦτον ἐξόριστον ἀνῃρῆσθαι καὶ μηδαμῇ παρεθῆναι, ἀλλὰ καὶ λιποταξίου γραφὴν ἑαλωκέναι καὶ ἐφʼ αἵματι φεύγειν καὶ μόνον οὐ προσηλῶσθαι. καίτοι ταῦθʼ ὅταν ἐξελεγχθῇ ποιῶν πρὸς οἷς ὕβριζέν με χορηγοῦντα, τίνος συγγνώμης ἢ τίνος ἐλέου δικαίως τεύξεται παρʼ ὑμῶν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi