Thesauros Edebiyat Hitabet κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου

κατὰ Μειδίου περὶ τοῦ Κονδύλου Demosthenes
39 καὶ μὴν οὐδὲ τῶν πεπραγμένων ἐμοὶ καὶ τούτοις οὐδὲν ὅμοιον ὁρῶ. πρῶτον μὲν γὰρ ὁ θεσμοθέτης οὐχ ὑπὲρ ὑμῶν οὐδὲ τῶν νόμων φροντίσας οὐδʼ ἀγανακτήσας φανήσεται, ἀλλʼ ἰδίᾳ πεισθεὶς ὁπόσῳ δήποτʼ ἀργυρίῳ καθυφεὶς τὸν ἀγῶνα· ἔπειθʼ ὁ πληγεὶς ἐκεῖνος ὑπὸ τοῦ Πολυζήλου, ταὐτὸ τοῦτο, ἰδίᾳ διαλυσάμενος, ἐρρῶσθαι πολλὰ τοῖς νόμοις εἰπὼν καὶ ὑμῖν, οὐδʼ εἰσήγαγε τὸν Πολύζηλον.
40 εἰ μὲν τοίνυν ἐκείνων κατηγορεῖν βούλεταί τις ἐν τῷ παρόντι, δεῖ λέγειν ταῦτα· εἰ δʼ ὑπὲρ ὧν ἐγὼ τούτου κατηγόρηκʼ ἀπολογεῖσθαι, πάντα μᾶλλον ἢ ταῦτα λεκτέα. πᾶν γὰρ τοὐναντίον ἐκείνοις αὐτὸς μὲν οὔτε λαβὼν οὐδὲν οὔτʼ ἐπιχειρήσας λαβεῖν φανήσομαι, τὴν δʼ ὑπὲρ τῶν νόμων καὶ τὴν ὑπὲρ τοῦ θεοῦ καὶ τὴν ὑπὲρ ὑμῶν τιμωρίαν δικαίως φυλάξας καὶ νῦν ἀποδεδωκὼς ὑμῖν. μὴ τοίνυν ἐᾶτε ταῦτʼ αὐτὸν λέγειν, μηδʼ, ἂν βιάζηται, πείθεσθʼ ὡς δίκαιόν τι λέγοντι.
41 ἂν γὰρ ταῦθʼ οὕτως ἐγνωσμένʼ ὑπάρχῃ παρʼ ὑμῖν, οὐκ ἐνέσται αὐτῷ λόγος οὐδὲ εἷς. ποία γὰρ πρόφασις, τίς ἀνθρωπίνη καὶ μετρία σκῆψις φανεῖται τῶν πεπραγμένων αὐτῷ; ὀργὴ νὴ Δία· καὶ γὰρ τοῦτο τυχὸν λέξει. ἀλλʼ ἃ μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ πρᾶξαι, κἂν ὑβριστικῶς ποιήσῃ, διʼ ὀργήν γʼ ἔνι φῆσαι πεποιηκέναι· ἃ δʼ ἂν ἐκ πολλοῦ συνεχῶς ἐπὶ πολλὰς ἡμέρας παρὰ τοὺς νόμους πράττων τις φωρᾶται, οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει, ἀλλὰ καὶ βεβουλευμένως ὁ τοιοῦτος ὑβρίζων ἐστὶν ἤδη φανερός.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi