Thesauros Edebiyat Hitabet περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην

περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην Demosthenes
134 ὃ τοίνυν μάλιστα πάντων οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, φυλάξασθαι, τοῦτʼ εἰπεῖν ἔτι βούλομαι. εἰ γάρ τις πάνθʼ ὅσα Λεπτίνης ἐρεῖ περὶ τοῦ νόμου διδάσκων ὑμᾶς ὡς καλῶς κεῖται, συγχωρήσειεν ἀληθῆ λέγειν αὐτόν, ἕν γʼ αἰσχρὸν οὐδʼ ἂν εἴ τι γένοιτʼ ἀναιρεθείη, ὃ συμβήσεται διὰ τοῦ νόμου κυρίου γενομένου τῇ πόλει. τί οὖν τοῦτʼ ἔστιν;
135 τὸ δοκεῖν ἐξηπατηκέναι τοὺς ἀγαθόν τι ποιήσαντας. ὅτι μὲν τοίνυν τοῦθʼ ἕν τι τῶν αἰσχρῶν ἐστιν πάντας ἂν ἡγοῦμαι φῆσαι, ὅσῳ δʼ ὑμῖν αἴσχιον τῶν ἄλλων, ἀκούσατέ μου. ἔστιν ὑμῖν νόμος ἀρχαῖος, τῶν καλῶς δοκούντων ἔχειν, ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ, κρίνειν, κἂν ἁλῷ, θανάτῳ ζημιοῦν. εἶτʼ οὐκ αἰσχύνεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ἐφʼ ᾧ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε, τοῦτʼ αὐτοὶ ποιοῦντες φανήσεσθε; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντʼ αἰσχρά, μάλιστα δὲ ταῦτʼ ἐφʼ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται· οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν ἃ πονήρʼ αὐτὸς ἔκρινεν εἶναι πρότερον.
136 ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ εὐλαβεῖσθαι δεῖ, ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθʼ ἄν, τοῦτο δημοσίᾳ ποιοῦντες φανήσεσθε. ὑμῶν τοίνυν οὐδʼ ἂν εἷς οὐδὲν ὧν ἰδίᾳ τινὶ δοίη, τοῦτʼ ἀφέλοιτο πάλιν, ἀλλʼ οὐδʼ ἐπιχειρήσειεν ἄν. μὴ τοίνυν μηδὲ δημοσίᾳ τοῦτο ποιήσητε, ἀλλὰ κελεύετε τούτους τοὺς ἐροῦντας ὑπὲρ τοῦ νόμου,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi