Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
267 πεντακοσίους δʼ ἱππέας προδοθέντας ὑπʼ αὐτῶν τῶν ἡγουμένων ἔλαβεν αὐτοῖς ὅπλοις ὁ Φίλιππος, ὅσους οὐδεὶς πώποτʼ ἄλλος ἀνθρώπων. καὶ οὔτε τὸν ἥλιον ᾐσχύνονθʼ οἱ ταῦτα ποιοῦντες οὔτε τὴν γῆν πατρίδʼ οὖσαν, ἐφʼ ἧς ἕστασαν, οὔθʼ ἱερὰ οὔτε τάφους οὔτε τὴν μετὰ ταῦτα γενησομένην αἰσχύνην ἐπὶ τοιούτοις ἔργοις· οὕτως ἔκφρονας, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παραπλῆγας τὸ δωροδοκεῖν ποιεῖ. ὑμᾶς οὖν, ὑμᾶς εὖ φρονεῖν δεῖ τοὺς πολλούς, καὶ μὴ ἐπιτρέπειν τὰ τοιαῦτα, ἀλλὰ κολάζειν δημοσίᾳ. καὶ γὰρ ἂν καὶ ὑπερφυὲς εἴη, εἰ κατὰ μὲν τῶν Ὀλυνθίους προδόντων πολλὰ καὶ δείνʼ ἐψηφίσασθε, τοὺς δὲ παρʼ ὑμῖν αὐτοῖς ἀδικοῦντας μὴ κολάζοντες φαίνοισθε. λέγε τὸ ψήφισμα τὸ περὶ τῶν Ὀλυνθίων.
267 ΨΗΦΙΣΜΑ.
268 ταῦθʼ ὑμεῖς, ὦ ἄνδρες δικασταί, ὀρθῶς καὶ καλῶς πᾶσιν Ἕλλησι καὶ βαρβάροις δοκεῖτʼ ἐψηφίσθαι κατʼ ἀνδρῶν προδοτῶν καὶ θεοῖς ἐχθρῶν. ἐπειδὴ τοίνυν τὸ δωροδοκεῖν πρότερον τοῦ τὰ τοιαῦτα ποιεῖν ἐστι καὶ διʼ ἐκεῖνο καὶ τάδε πράττουσί τινες, ὃν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δωροδοκοῦντʼ ἴδητε, τοῦτον καὶ προδότην εἶναι νομίζετε. εἰ δʼ ὁ μὲν καιρούς, ὁ δὲ πράγματα, ὁ δὲ στρατιώτας προδίδωσιν, ὧν ἂν ἕκαστος, οἶμαι, κύριος γένηται, ταῦτα διαφθείρει· μισεῖν δʼ ὁμοίως τοὺς τοιούτους πάντας προσήκει.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi