Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
247 ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖνψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶνστείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸςθείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδʼ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπιπλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. Soph. Ant. 175-190
248 τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν,
249 οὐκ ἀναμνησθεὶς ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi