Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
173 ὥν μὲν τοίνυν αὐτοκράτωρ ἦν ἐγὼ κατὰ τὴν πρεσβείαν, τοῦτον ἔσχε τὸν τρόπον ὑμῖν· ἃ δʼ οὗτοι πλείους ὄντες ἐνίκων, ἅπαντʼ ἀπόλωλεν. καίτοι καὶ τἄλλʼ ἂν ἅπαντʼ ἀκολούθως τούτοις ἐπέπρακτο, εἴ τις ἐπείθετό μοι. οὐ γὰρ ἔγωγʼ οὕτως ἄθλιος οὐδʼ ἄφρων ὥστε χρήματα μὲν διδόναι, λαμβάνοντας ὁρῶν ἑτέρους, ὑπὲρ τῆς πρὸς ὑμᾶς φιλοτιμίας, ἃ δʼ ἄνευ μὲν δαπάνης οἷά τʼ ἦν πραχθῆναι, πολλῷ δὲ μείζονας εἶχεν ὠφελείας πάσῃ τῇ πόλει, ταῦτʼ οὐκ ἐβουλόμην γίγνεσθαι. καὶ σφόδρα γʼ, ὦ ἄνδρες Ἀθηναῖοι· ἀλλʼ οἶμαι περιῆσαν οὗτοί μου.
174 φέρε δή, τί τούτῳ πέπρακται παρὰ ταῦτα καὶ τί τῷ Φιλοκράτει θεάσασθε· παρʼ ἄλληλα γὰρ ἔσται φανερώτερα. πρῶτον μὲν τοίνυν Φωκέας ἐκσπόνδους καὶ Ἁλέας ἀπέφηναν καὶ Κερσοβλέπτην παρὰ τὸ ψήφισμα καὶ τὰ πρὸς ὑμᾶς εἰρημένα· εἶτα τὸ ψήφισμʼ ἐπεχείρησαν κινεῖν καὶ μεταίρειν, ἐφʼ ᾧ πρεσβεύοντες ἥκομεν· εἶτα Καρδιανοὺς Φιλίππῳ συμμάχους ἐνέγραψαν καὶ τὴν μὲν γραφεῖσαν ἐπιστολὴν ὑπʼ ἐμοῦ πρὸς ὑμᾶς ἀπεψηφίσαντο μὴ πέμπειν, αὐτοὶ δʼ οὐδʼ ὁτιοῦν ὑγιὲς γράψαντες ἔπεμψαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi