Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
163 ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχʼ ὑμεῖς προαπεστείλαθʼ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστʼ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδʼ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντʼ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότʼ ἐχώρουν.
164 ἐπειδὴ δʼ εἰρήνη μὲν ἦν, ἅπασα δʼ ἀσφάλειʼ ἰέναι καὶ πρόσταγμα παρʼ ὑμῶν σπεύδειν, τηνικαῦτʼ οὔτʼ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτʼ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν.
165 ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.
165 ΜΑΡΤΥΡΙΑ.
165 ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, ἢ τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;
166 ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi