Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
114 ἔτι τοίνυν, εἰ μὲν μηδένα μηδὲν ἔχοντʼ εἴχομεν δεῖξαι τῶν πρέσβεων, μηδʼ ἦν ὥστʼ ἰδεῖν ἅπαντας, βασάνους καὶ τὰ τοιαῦθʼ ὑπόλοιπον ἂν ἦν σκοπεῖν. εἰ δὲ Φιλοκράτης μὴ μόνον ὡμολόγει παρʼ ὑμῖν ἐν τῷ δήμῳ πολλάκις, ἀλλὰ καὶ ἐδείκνυεν ὑμῖν, πυροπωλῶν, οἰκοδομῶν, βαδιεῖσθαι φάσκων κἂν μὴ χειροτονῆθʼ ὑμεῖς, ξυληγῶν, τὸ χρυσίον καταλλαττόμενος φανερῶς ἐπὶ ταῖς τραπέζαις, οὐκ ἔνι δήπου τοῦτον εἰπεῖν ὡς οὐκ εἴληφε, τὸν αὐτὸν ὁμολογοῦντα καὶ δεικνύντα.
115 ἔστιν οὖν οὕτω τις ἀνθρώπων ἀνόητος ἢ κακοδαίμων, ὥσθʼ ἵνα λαμβάνῃ μὲν Φιλοκράτης, ἀδοξῇ δʼ αὐτὸς καὶ κινδυνεύῃ, ἐξὸν αὐτῷ μετὰ τῶν μηδὲν ἠδικηκότων ἐξετάζεσθαι, τούτοις μὲν πολεμεῖν, πρὸς δʼ ἐκεῖνον ἐλθὼν κρίνεσθαι βούλεται; ἐγὼ μὲν οὐδένʼ οἶμαι. ἀλλὰ πάντα ταῦτʼ, ἐὰν ὀρθῶς σκοπῆτε, εὑρήσετε μεγάλʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐναργῆ σημεῖα τοῦ χρήματα τοῦτον ἔχειν.
116 ὃ τοίνυν ὕστατον μὲν γέγονεν, οὐδενὸς δʼ ἐστὶν ἔλαττον σημεῖον τοῦ πεπρακέναι τοῦτον ἑαυτὸν Φιλίππῳ, θεάσασθε. ἴστε δήπου πρώην, ὅτʼ εἰσήγγελλεν Ὑπερείδης Φιλοκράτην, ὅτι παρελθὼν ἐγὼ δυσχεραίνειν ἔφην ἕν τι τῆς εἰσαγγελίας, εἰ μόνος Φιλοκράτης τοσούτων καὶ τοιούτων ἀδικημάτων αἴτιος γέγονεν, οἱ δʼ ἐννέα τῶν πρέσβεων μηδενός. καὶ οὐκ ἔφην τοῦθʼ οὕτως ἔχειν· οὐδαμοῦ γὰρ ἂν φανῆναι καθʼ αὑτὸν ἐκεῖνον, εἰ μὴ τοὺς συναγωνιζομένους τούτων τινὰς εἶχεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi