Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
90 γεγόνασι δὲ καὶ ἡμῖν τινές. ἡ δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, διʼ ἣν ἢ αὑτοῖς ἢ τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, ἡ μὲν ἡμετέρα πραθεῖσʼ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, ἡ δʼ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερʼ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, ἃ δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτʼ ἀντʼ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.
91 ὅλως δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτʼ ἂν εἶναι, μήτʼ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότʼ ἐστὶ τῇ πόλει, μηδενὸς δʼ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτʼ εἴ τι τῶν δεόντων πέπρακται διʼ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλʼ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος ᾖ, καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi