Thesauros Edebiyat Hitabet ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου Demosthenes
289 οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντοὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσανψυχάς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντεςδουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντωνσώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις·μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦνἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν. inscription
290 ἀκούεις, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν; οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν, ἀλλὰ τοῖς θεοῖς. τί οὖν, ὦ κατάρατʼ, ἐμοὶ περὶ τούτων λοιδορεῖ, καὶ λέγεις ἃ σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν;
291 πολλὰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου, μάλιστʼ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδʼ ἐδάκρυσεν, οὐδʼ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλʼ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δʼ ἐξέφερεν καθʼ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi