Thesauros Edebiyat Hitabet περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν

περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν

περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν Demosthenes
4 παρὰ τοὺς ὅρκους τοίνυν καὶ τὰς συνθήκας τὰς ἐν τῇ κοινῇ εἰρήνῃ γεγραμμένας Ἀλέξανδρος εἰς Μεσσήνην καταγαγὼν τοὺς Φιλιάδου παῖδας, ὄντας τυράννους, ἆρʼ ἐφρόντισε τοῦ δικαίου, ἀλλʼ οὐκ ἐχρήσατο τῷ αὑτοῦ ἤθει τῷ τυραννικῷ, βραχὺ φροντίσας ὑμῶν καὶ τῆς κοινῆς ὁμολογίας;
5 οὐ δὴ δεῖ, εἰ μέν τις ὑμᾶς ταῦτα βιάζοιτο, μάλιστʼ ἀγανακτῆσαι, εἰ δʼ ἑτέρωθί που γέγονε παρὰ τοὺς πρὸς ὑμᾶς ὅρκους, μὴ φυλάξασθαι, καὶ ἡμῖν μὲν διακελεύεσθαί τινας ἐνταυθὶ ἐμμένειν τοῖς ὅρκοις, τοῖς δʼ αὐτοὺς οὕτω περιβοήτως ἀνῃρηκόσι καταλείπειν ταύτην τὴν ἐξουσίαν.
6 ἀλλʼ οὐχ οἷόν τε ταῦθʼ οὕτως ἔχειν, ἐὰν βούλησθε τῷ δικαίῳ χρῆσθαι· καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις πολέμιον εἶναι τὸν ἐκεῖνʼ ἅπερ Ἀλέξανδρος ποιοῦντα ἅπασι τοῖς τῆς εἰρήνης κοινωνοῦσι, καὶ τὴν χώραν αὐτοῦ, καὶ στρατεύεσθαι ἐπʼ αὐτὸν ἅπαντας. οὐκοῦν ἐὰν ποιῶμεν τὰ συγκείμενα, πολεμίῳ χρησόμεθα τῷ καταγαγόντι.
7 ἀλλὰ γὰρ εἴποιεν ἂν οἱ τυραννίζοντες οὗτοι, ὅτι πρὶν τὰς συνθήκας γενέσθαι ἐτυράννουν Μεσσηνίων οἱ Φιλιάδου παῖδες· διὸ καὶ καταγαγεῖν τὸν Ἀλέξανδρον αὐτούς. ἀλλὰ καταγέλαστος ὁ λόγος, τοὺς μὲν ἐκ Λέσβου τυράννους, οἷον ἐξ Ἀντίσσης καὶ Ἐρέσου, ἐκβαλεῖν ὡς ἀδικήματος ὄντος τοῦ πολιτεύματος, τοὺς πρὸ τῶν ὁμολογιῶν τυραννήσαντας, ἐν δὲ Μεσσήνῃ μηδὲν οἴεσθαι διαφέρειν, τῆς αὐτῆς δυσχερείας ὑπαρχούσης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi