Thesauros Edebiyat Hitabet ὑπὲρ Μεγαλοπολιτῶν

ὑπὲρ Μεγαλοπολιτῶν

ὑπὲρ Μεγαλοπολιτῶν Demosthenes
31 ἂν μὲν τοίνυν καταπολεμηθῶσιν οἱ Θηβαῖοι, ὥσπερ αὐτοὺς δεῖ, οὐκ ἔσονται μείζους τοῦ δέοντος οἱ Λακεδαιμόνιοι, τούτους ἔχοντες ἀντιπάλους τοὺς Ἀρκάδας ἐγγὺς οἰκοῦντας· ἂν δʼ ἀνενέγκωσιν ἄρʼ οἱ Θηβαῖοι καὶ σωθῶσιν, ἀλλʼ οὖν ἀσθενέστεροί γʼ ἔσονται, ἡμῖν συμμάχων γεγενημένων τῶνδε καὶ διʼ ἡμᾶς σεσωμένων. ὥστε πανταχῇ συμφέρει μήτε προέσθαι τοὺς Ἀρκάδας μήτε διʼ αὑτούς, ἂν ἄρα σωθῶσι, περιγεγονέναι δοκεῖν, μηδὲ διʼ ἄλλους τινάς, ἀλλὰ διʼ ὑμᾶς.
32 ἐγὼ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μὰ τοὺς θεοὺς οὔτε φιλῶν οὐδετέρους οὔτε μισῶν ἰδίᾳ εἴρηκα, ἀλλʼ ἃ νομίζω συμφέρειν ὑμῖν· καὶ παραινῶ μὴ προέσθαι Μεγαλοπολίτας, μηδʼ ἄλλον ἁπλῶς μηδένα τῶν ἐλαττόνων τῷ μείζονι.
← Önceki 10 / 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi