Thesauros Edebiyat Hitabet ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας

ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας

ὑπὲρ τῆς Ῥοδίων ἐλευθερίας Demosthenes
12 πράττοντος δʼ ὡς λέγεται, καὶ διημαρτηκότος οἷς ἐπεχείρησεν, ἡγεῖσθαι τὴν νῆσον ταύτην, ὅπερ ἔστιν, ἄλλο μὲν οὐδὲν ἂν εἶναι βασιλεῖ χρησίμην ἐν τῷ παρόντι, τῆς δʼ αὑτῆς ἀρχῆς ἐπιτείχισμα πρὸς τὸ μηδʼ ὁτιοῦν παρακινεῖν. ὥστε μοι δοκεῖ μᾶλλον ἂν ὑμᾶς ἔχειν μὴ φανερῶς αὐτῆς ἐνδούσης, ἢ ʼκεῖνον λαβεῖν βούλεσθαι. οἶμαι μὲν οὖν οὐδὲ βοηθήσειν αὐτήν, ἂν δʼ ἄρα τοῦτο ποιῇ, φαύλως καὶ κακῶς.
13 ἐπεὶ καὶ βασιλέα γε, ὅ τι μὲν ποιήσει μὰ Δίʼ οὐκ ἂν εἴποιμʼ ἔγωγʼ ὡς οἶδα, ὅτι μέντοι συμφέρει τῇ πόλει δῆλον ἤδη γενέσθαι πότερʼ ἀντιποιήσεται τῆς πόλεως τῆς Ῥοδίων ἢ οὔ, τοῦτʼ ἂν ἰσχυρισαίμην· οὐ γὰρ ὑπὲρ Ῥοδίων βουλευτέον, ὅταν ἀντιποιῆται, μόνον, ἀλλʼ ὑπὲρ ἡμῶν αὐτῶν καὶ τῶν πάντων Ἑλλήνων.
14 οὐ μὴν οὐδʼ ἂν εἰ διʼ αὑτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, παρῄνεσʼ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδʼ εἰ πάνθʼ ὑπισχνοῦνθʼ ὑμῖν ποιήσειν. ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτʼ ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδʼ ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi