Thesauros Edebiyat Hitabet περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν Demosthenes
19 ἐπειδὰν δὲ ταῦθʼ οὕτως ἔχονθʼ ὑπάρχῃ, κελεύω, ἐπειδὴ τὸ τίμημʼ ἐστὶ τῆς χώρας ἑξακισχιλίων ταλάντων, ἵνʼ ὑμῖν καὶ τὰ χρήματʼ ᾖ συντεταγμένα, διελεῖν τοῦτο καὶ ποιῆσαι καθʼ ἑξήκοντα τάλανθʼ ἑκατὸν μέρη, εἶτα πένθʼ ἑξηκονταταλαντίας εἰς ἑκάστην τῶν μεγάλων τῶν εἴκοσι συμμοριῶν ἐπικληρῶσαι, τὴν δὲ συμμορίαν ἑκάστῳ τῶν μερῶν μίαν ἑξηκονταταλαντίαν ἀποδοῦναι,
20 ὅπως, ἂν μὲν ὑμῖν ἑκατὸν δέῃ τριήρων, τὴν μὲν δαπάνην ἑξήκοντα τάλαντα συντελῇ, τριήραρχοι δʼ ὦσι δώδεκα, ἂν δὲ διακοσίων, τριάκοντα μὲν ᾖ τάλαντα τὴν δαπάνην συντελοῦντα, ἓξ δὲ σώματα τριηραρχοῦντα, ἐὰν δὲ τριακοσίων, εἴκοσιν μὲν ᾖ τάλαντα τὴν δαπάνην διαλύοντα, τέτταρα δὲ σώματα τριηραρχοῦντα.
21 τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ νῦν ὀφειλόμενʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν σκευῶν ἐπὶ τὰς τριήρεις τιμήσαντας ἅπαντʼ ἐκ τοῦ διαγράμματος νεῖμαι κελεύω μέρη εἴκοσιν, ἔπειτα ταῖς μεγάλαις ἐπικληρῶσαι συμμορίαις μέρος ἓν χρήστων ἑκάστῃ, τὴν δὲ συμμορίαν ἑκάστην διανεῖμαι τῶν αὑτῆς μερῶν ἑκάστῳ τὸ ἴσον, τοὺς δὲ δώδεκα τοὺς ἐν ἑκάστῳ τῷ μέρει ταῦτʼ εἰσπράξαντας τὰς τριήρεις, ἃς ἂν ἕκαστοι λάχωσι, παρεσκευασμένας παρέχειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi