Thesauros Edebiyat Hitabet περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν Demosthenes
33 εἰ τοίνυν τις οἴεται Θηβαίους ἔσεσθαι μετʼ ἐκείνου, ἔστι μὲν χαλεπὸς πρὸς ὑμᾶς ὁ περὶ τούτων λόγος· διὰ γὰρ τὸ μισεῖν αὐτοὺς οὐδʼ ἂν ἀληθὲς οὐδὲν ἡδέως ἀγαθὸν περὶ αὐτῶν ἀκούσαιτε· οὐ μὴν ἀλλὰ δεῖ τοὺς περὶ πραγμάτων μεγάλων σκοποῦντας μηδένα συμφέροντα λογισμὸν παραλιπεῖν διὰ μηδεμίαν πρόφασιν. ἐγὼ τοίνυν οἶμαι τοσοῦτʼ ἀπέχειν Θηβαίους τοῦ μετʼ ἐκείνου ποτʼ ἂν ἐλθεῖν ἐπὶ τοὺς Ἕλληνας, ὥστε πολλῶν ἂν χρημάτων, εἰ ἔχοιεν δοῦναι,
34 πρίασθαι γενέσθαι τινʼ αὐτοῖς καιρὸν διʼ οὗ τὰς προτέρας ἀναλύσονται πρὸς τοὺς Ἕλληνας ἁμαρτίας. εἰ δʼ ἄρα παντάπασί τις οὕτως οἴεται φύσει δυστυχεῖς Θηβαίους εἶναι, ἐκεῖνό γε δήπουθεν ἅπαντες ἐπίστασθε, ὅτι Θηβαίων τἀκείνου φρονούντων, ἀνάγκη τοὺς τούτων ἐχθροὺς τὰ τῶν Ἑλλήνων φρονεῖν.
35 ἡγοῦμαι τοίνυν ἐγὼ ταύτην τὴν τάξιν τοῦ δικαίου καὶ τοὺς μετʼ αὐτῆς ὄντας κρείττους τῶν προδοτῶν καὶ τοῦ βαρβάρου ἔσεσθαι πρὸς ἅπαντα. ὥστʼ οὔτε φοβεῖσθαί φημι δεῖν πέρα τοῦ μετρίου, οὔθʼ ὑπαχθῆναι προτέρους ἐκφέρειν τὸν πόλεμον. καὶ μὴν οὐδὲ τῶν ἄλλων οὐδένʼ ἂν εἰκότως Ἑλλήνων φοβηθέντα τὸν πόλεμον τοῦτον ὁρῶ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi