Thesauros Edebiyat Hitabet πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου

πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου

πρὸς τὴν ἐπιστολήν τὴν Φιλίππου Demosthenes
9 ἔτι δʼ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῷ πεποίηκεν. μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλʼ ἐννοεῖσθʼ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δʼ ἀσφαλείας, καὶ αὐτῷ μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δʼ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα, γονεῖς, γυναῖκας, φθείρεσθαι καὶ καθʼ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ.
10 ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας ἐπʼ ἀνδρείᾳ, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας. τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς μᾶλλον ἢ τὰς μάχας δεδίασι·
11 κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ χωρὶς ἰδίᾳ τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτῃ τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δʼ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ προσῆκον.
12 καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi