Thesauros Edebiyat Hitabet κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄ Demosthenes
64 πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα· Θηβαίους τὰ νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ·
65 ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν, οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πεπόνθασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται. ὑμεῖς δʼ ὧν μὲν ἀπεστέρησθε σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε. οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην αὐτόν; οὐ νῦν Καρδίαν ἔχει καὶ ὁμολογεῖ;
66 τί ποτʼ οὖν ἐκείνως τοῖς ἄλλοις, καὶ ὑμῖν οὐ τοῦτον τὸν τρόπον προσφέρεται; ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ ὑμετέρᾳ ἄδειʼ ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα χρήματʼ αὐτὸν ἀσφαλές ἐστι λέγειν παρʼ ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερʼ αὐτῶν ἦτε.
67 οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι· οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ μὴ σὺν εὖ πεπονθότος τοῦ πλήθους τοῦ Θετταλῶν τῷ τοὺς τυράννους ἐκβαλεῖν Φίλιππον αὐτοῖς καὶ τὴν Πυλαίαν ἀποδοῦναι· οὐκ ἦν ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν Βοιωτίαν ἀπέδωκε καὶ τοὺς Φωκέας ἀνεῖλεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi