Thesauros Edebiyat Hitabet κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄

κατὰ Φιλίππου δ΄ Demosthenes
46 τῶν δὲ παρόντων πραγμάτων καὶ τῆς ταραχῆς πολλὰ πόρρωθέν ἐστι τὰ αἴτια· ἃ εἰ βουλομένοις ὑμῖν ἀκούειν ἐστίν, ἐθέλω λέγειν. ἐξέστητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς ὑποθέσεως ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον, καὶ τὸ μὲν προΐστασθαι τῶν Ἑλλήνων καὶ δύναμιν συνεστηκυῖαν ἔχοντας πᾶσι τοῖς ἀδικουμένοις βοηθεῖν περίεργον ἐπείσθητʼ εἶναι καὶ μάταιον ἀνάλωμʼ ὑπὸ τῶν ταῦτα πολιτευομένων, τὸ δʼ ἐν ἡσυχίᾳ διάγειν καὶ μηδὲν τῶν δεόντων πράττειν, ἀλλὰ προϊεμένους καθʼ ἓν ἕκαστον πάνθʼ ἑτέρους ἐᾶσαι λαβεῖν, θαυμαστὴν εὐδαιμονίαν καὶ πολλὴν ἀσφάλειαν ἔχειν ᾤεσθε.
47 ἐκ δὲ τούτων παρελθὼν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς ὑμῖν τετάχθαι προσῆκεν ἕτερος, οὗτος εὐδαίμων καὶ μέγας καὶ πολλῶν κύριος γέγονεν, εἰκότως· πρᾶγμα γὰρ ἔντιμον καὶ μέγα καὶ λαμπρόν, καὶ περὶ οὗ πάντα τὸν χρόνον αἱ μέγισται τῶν πόλεων πρὸς αὑτὰς διεφέροντο, Λακεδαιμονίων μὲν ἠτυχηκότων, Θηβαίων δʼ ἀσχόλων διὰ τὸν Φωκικὸν πόλεμον γενομένων, ἡμῶν δʼ ἀμελούντων, ἔρημον ἀνείλετο.
48 τοιγάρτοι τὸ μὲν φοβεῖσθαι τοῖς ἄλλοις, τὸ δὲ συμμάχους πολλοὺς ἔχειν καὶ δύναμιν μεγάλην ἐκείνῳ περιγέγονε, καὶ τοσαῦτα πράγματα καὶ τοιαῦτʼ ἤδη περιέστηκε τοὺς Ἕλληνας ἅπαντας, ὥστε μηδʼ ὅ τι χρὴ συμβουλεύειν εὔπορον εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi