Thesauros Edebiyat Hitabet κατὰ Φιλίππου γ΄

κατὰ Φιλίππου γ΄

κατὰ Φιλίππου γ΄ Demosthenes
42 τί οὖν λέγει τὰ γράμματα; Ἄρθμιος φησὶ Πυθώνακτος Ζελείτης ἄτιμος καὶ πολέμιος τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸς καὶ γένος. εἶθʼ ἡ αἰτία γέγραπται, διʼ ἣν ταῦτʼ ἐγένετο· ὅτι τὸν χρυσὸν τὸν ἐκ Μήδων εἰς Πελοπόννησον ἤγαγεν. ταῦτʼ ἐστὶ τὰ γράμματα.
43 λογίζεσθε δὴ πρὸς θεῶν, τίς ἦν ποθʼ ἡ διάνοια τῶν Ἀθηναίων τῶν τότε, ταῦτα ποιούντων, ἢ τί τὸ ἀξίωμα. ἐκεῖνοι Ζελείτην τινά, Ἄρθμιον, δοῦλον βασιλέως (ἡ γὰρ Ζέλειά ἐστι τῆς Ἀσίας), ὅτι τῷ δεσπότῃ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, οὐκ Ἀθήναζε, ἐχθρὸν αὑτῶν ἀνέγραψαν καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἀτίμους.
44 τοῦτο δʼ ἐστὶν οὐχ ἣν οὑτωσί τις ἂν φήσειεν ἀτιμίαν· τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν; ἀλλʼ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ φόνου δικάσασθαι, ἀλλʼ εὐαγὲς ᾖ τὸ ἀποκτεῖναι, καὶ ἄτιμος φησὶ τεθνάτω. τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τινʼ ἀποκτείναντʼ εἶναι.
45 οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι· οὐ γὰρ ἂν αὐτοῖς ἔμελʼ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει, μὴ τοῦθʼ ὑπολαμβάνουσιν· ἐκόλαζον δʼ οὕτω καὶ ἐτιμωροῦνθʼ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας ποιεῖν. ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά, οὐχ ὁ βάρβαρος τοῖς Ἕλλησιν. ἀλλʼ οὐ νῦν· οὐ γὰρ οὕτως ἔχεθʼ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτʼ οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi