11
ταῦτα τοίνυν ἅπανθʼ, ὅσα φαίνομαι βέλτιον τῶν ἄλλων προορῶν, οὐδʼ εἰς μίαν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε δεινότητʼ οὔτʼ ἀλαζονείαν ἐπανοίσω, οὐδὲ προσποιήσομαι διʼ οὐδὲν ἄλλο γιγνώσκειν καὶ προαισθάνεσθαι πλὴν διʼ ἃν ὑμῖν εἴπω, δύο· ἓν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ εὐτυχίαν, ἣν συμπάσης ἐγὼ τῆς ἐν ἀνθρώποις οὔσης δεινότητος καὶ σοφίας ὁρῶ κρατοῦσαν·
12
ἕτερον δέ, προῖκα τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμʼ ἂν οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον. ὀρθὸν οὖν, ὅ τι ἄν ποτʼ ἀπʼ αὐτῶν ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι. ὅταν δʼ ἐπὶ θάτερʼ ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς, οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφʼ αὑτό, καὶ οὐκ ἂν ἔτʼ ὀρθῶς οὐδʼ ὑγιῶς ὁ τοῦτο ποιήσας περὶ οὐδενὸς λογίσαιτο.
13
ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως, εἴτε συμμάχους εἴτε σύνταξιν εἴτʼ ἄλλο τι βούλεταί τις κατασκευάζειν τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδʼ ὡς ἀξίαν οὖσαν ὑμῶν· ἀλλʼ ὁποία τίς ποτʼ ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν ἢ γεγενημένη νῦν διʼ ἡμᾶς λυθῆναι· πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων τότʼ ἂν ἢ νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν ὁ πόλεμος.