Thesauros Edebiyat Hitabet περὶ τῆς εἰρήνης

περὶ τῆς εἰρήνης

περὶ τῆς εἰρήνης Demosthenes
8 καίτοι τοῦτό γʼ ὑμᾶς οἶμαι νῦν ἅπαντας ᾐσθῆσθαι, ὅτι τὴν τότʼ ἄφιξιν εἰς τοὺς πολεμίους ποιησάμενος ὑπὲρ τοῦ τἀκεῖ χρήματʼ ὀφειλόμενʼ, ὡς ἔφη, κομίσας δεῦρο λῃτουργεῖν, καὶ τούτῳ τῷ λόγῳ πλείστῳ χρησάμενος, ὡς δεινὸν εἴ τις ἐγκαλεῖ τοῖς ἐκεῖθεν ἐνθάδε τὰς εὐπορίας ἄγουσιν, ἐπειδὴ διὰ τὴν εἰρήνην ἀδείας ἔτυχεν, ἣν ἐνθάδʼ ἐκέκτητʼ οὐσίαν φανεράν, ταύτην ἐξαργυρίσας πρὸς ἐκεῖνον ἀπάγων οἴχεται.
9 δύο μὲν δὴ ταῦθʼ ὧν προεῖπον ἐγὼ μαρτυρεῖ τοῖς γεγενημένοις λόγοις ὀρθῶς καὶ δικαίως, οἷά περ ἦν, ἀποφανθένθʼ ὑπʼ ἐμοῦ· τὸ τρίτον δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ μόνον ἓν τοῦτʼ εἰπὼν ἔτι καὶ δὴ περὶ ὧν παρελήλυθʼ ἐρῶ,) ἡνίκα τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ἀπειληφότες ἥκομεν οἱ πρέσβεις,
10 τότε Θεσπιάς τινων καὶ Πλαταιὰς ὑπισχνουμένων οἰκισθήσεσθαι, καὶ τοὺς μὲν Φωκέας τὸν Φίλιππον, ἂν γένηται κύριος, σώσειν, τὴν δὲ Θηβαίων πόλιν διοικιεῖν, καὶ τὸν Ὠρωπὸν ὑμῖν ὑπάρξειν, καὶ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ἀποδοθήσεσθαι, καὶ τοιαύτας ἐλπίδας καὶ φενακισμούς, οἷς ὑπαχθέντες ὑμεῖς οὔτε συμφόρως οὔτʼ ἴσως καλῶς προεῖσθε Φωκέας, οὐδὲν τούτων οὔτʼ ἐξαπατήσας οὔτε σιγήσας ἐγὼ φανήσομαι, ἀλλὰ προειπὼν ὑμῖν, ὡς οἶδʼ ὅτι μνημονεύετε, ὅτι ταῦτʼ οὔτʼ οἶδα οὔτε προσδοκῶ, νομίζω δὲ τὸν λέγοντα ληρεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi