Thesauros Edebiyat Hitabet Ἐπιστολαὶ αʹ Διονύσιῳ

Ἐπιστολαὶ αʹ Διονύσιῳ

Ἐπιστολαὶ αʹ Διονύσιῳ Isocrates
4 καίτοι τινὲς ἤδη με τῶν σοὶ πλησιασάντων ἐκφοβεῖν ἐπεχείρησαν, λέγοντες ὡς σὺ τοὺς μὲν κολακεύοντας τιμᾶς, τῶν δὲ συμβουλευόντων καταφρονεῖς. ἐγὼ δ’ εἰ μὲν ἀπεδεχόμην τοὺς λόγους τούτους ἐκείνων, πολλὴν ἂν ἡσυχίαν εἶχον· νῦν δ’ οὐδεὶς ἄν με πείσειεν, ὡς οἷόν τ’ ἐστὶ τοσοῦτον καὶ τῇ γνώμῃ καὶ ταῖς πράξεσι διενεγκεῖν, ἂν μή τις τῶν μὲν μαθητής, τῶν δ’ ἀκροατής, τῶν δ’ εὑρετὴς γένηται, καὶ πανταχόθεν προσαγάγηται καὶ συλλέξηται, δι’ ὧν οἷόν τ’ ἐστὶν ἀσκῆσαι τὴν αὑτοῦ διάνοιαν.
5 ἐπήρθην μὲν οὖν ἐπιστέλλειν σοι διὰ ταῦτα. λέγειν δὲ μέλλω περὶ μεγάλων πραγμάτων καὶ περὶ ὧν οὐδενὶ τῶν ζώντων ἀκοῦσαι μᾶλλον ἢ σοὶ προσήκει. καὶ μὴ νόμιζέ με προθύμως οὕτω σε παρακαλεῖν, ἵνα γένῃ συγγράμματος ἀκροατής· οὐ γὰρ οὔτ’ ἐγὼ τυγχάνω φιλοτίμως διακείμενος πρὸς τὰς ἐπιδείξεις οὔτε σὺ λανθάνεις ἡμᾶς ἤδη πλήρης ὢν τῶν τοιούτων.
6 πρὸς δὲ τούτοις κἀκεῖνο πᾶσι φανερόν, ὅτι τοῖς μὲν ἐπιδείξεως δεομένοις αἱ πανηγύρεις ἁρμόττουσιν, ἐκεῖ γὰρ ἄν τις ἐν πλείστοις τὴν αὑτοῦ δύναμιν διασπείρειεν, τοῖς δὲ διαπράξασθαί τι βουλομένοις πρὸς τοῦτον διαλεκτέον, ὅστις τάχιστα μέλλει τὰς πράξεις ἐπιτελεῖν τὰς ὑπὸ τοῦ λόγου δηλωθείσας.
7 εἰ μὲν οὖν μιᾷ τινι τῶν πόλεων εἰσηγούμην, πρὸς τοὺς ἐκείνης προεστῶτας τοὺς λόγους ἂν ἐποιούμην· ἐπειδὴ δ’ ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας παρεσκεύασμαι συμβουλεύειν, πρὸς τίν’ ἂν δικαιότερον διαλεχθείην ἢ πρὸς τὸν πρωτεύοντα τοῦ γένους καὶ μεγίστην ἔχοντα δύναμιν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi