Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
28 τοῖς δὲ πρεσβυτέροις καὶ τοῖς εἰς ἄνδρας δεδοκιμασμένοις οὐκέτι φημὶ τὰς μελέτας ταύτας ἁρμόττειν. ὁρῶ γὰρ ἐνίους τῶν ἐπὶ τοῖς μαθήμασι τούτοις οὕτως ἀπηκριβωμένων ὥστε καὶ τοὺς ἄλλους διδάσκειν, οὔτʼ εὐκαίρως ταῖς ἐπιστήμαις αἷς ἔχουσι χρωμένους, ἔν τε ταῖς ἄλλαις πραγματείαις ταῖς περὶ τὸν βίον ἀφρονεστέρους ὄντας τῶν μαθητῶν· ὀκνῶ γὰρ εἰπεῖν τῶν οἰκετῶν.
29 τὴν αὐτὴν δὲ γνώμην ἔχω καὶ περὶ τῶν δημηγορεῖν δυναμένων καὶ τῶν περὶ τὴν γραφὴν τὴν τῶν λόγων εὐδοκιμούντων, ὅλως δὲ περὶ ἁπάντων τῶν περὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις διαφερόντων. οἶδα γὰρ καὶ τούτων τοὺς πολλοὺς οὔτε τὰ περὶ σφᾶς αὐτοὺς καλῶς διῳκηκότας οὔτʼ ἐν ταῖς ἰδίαις συνουσίαις ἀνεκτοὺς ὄντας, τῆς τε δόξης τῆς τῶν συμπολιτευομένων ὀλιγωροῦντας, ἄλλων τε πολλῶν καὶ μεγάλων ἁμαρτημάτων γέμοντας· ὥστʼ οὐδὲ τούτους ἡγοῦμαι μετέχειν τῆς ἕξεως περὶ ἧς ἐγὼ τυγχάνω διαλεγόμενος.
30 τίνας οὖν καλῶ πεπαιδευμένους, ἐπειδὴ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς δυνάμεις ἀποδοκιμάζω; πρῶτον μὲν τοὺς καλῶς χρωμένους τοῖς πράγμασι τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην προσπίπτουσι, καὶ τὴν δόξαν ἐπιτυχῆ τῶν καιρῶν ἔχοντας καὶ δυναμένην ὡς ἐπὶ τὸ πολὺ στοχάζεσθαι τοῦ συμφέροντος·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi