Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
21 ἀλλὰ γὰρ οὐκ ἀλόγως ὠδυράμην ἐν ἀρχῇ τὴν ἀτυχίαν τὴν παρακολουθοῦσάν μοι πάντα τὸν χρόνον ἐν τοῖς τοιούτοις· αὕτη γάρ ἐστιν αἰτία καὶ τῆς ψευδολογίας τῆς περί με γιγνομένης καὶ τῶν διαβολῶν καὶ τοῦ φθόνου καὶ τοῦ μὴ δύνασθαί με τυχεῖν τῆς δόξης ἧς ἄξιός εἰμι, μηδὲ τῆς ὁμολογουμένης, μηδʼ ἣν ἔχουσί τινες τῶν πεπλησιακότων μοι καὶ πανταχῇ τεθεωρηκότων ἡμᾶς.
22 ταῦτα μὲν οὖν οὐχ οἷόν τʼ ἄλλως ἔχειν, ἀλλʼ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσι.
22 πολλῶν δέ μοι λόγων ἐφεστώτων, ἀπορῶ πότερον ἀντικατηγορῶ τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον τολμώντων· ἀλλʼ εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.
23 ἀλλὰ τούτους ὑπεριδὼν ἀπολογῶμαι πρὸς τοὺς ἀδίκως μοι τῶν ἰδιωτῶν φθονοῦντας, καὶ πειρῶμαι διδάσκειν αὐτοὺς ὡς οὐ δικαίως οὐδὲ προσηκόντως περί μου ταύτην ἔχουσι τὴν γνώμην; καὶ τίς οὐκ ἂν καταγνοίη μου πολλὴν ἄνοιαν, εἰ τοὺς μηδὲν διʼ ἕτερον δυσκόλως πρός με διακειμένους ἢ διὰ τὸ δοκεῖν χαριέντως εἰρηκέναι περὶ τινων, τούτους οἰηθείην ὁμοίως διαλεχθεὶς ὥσπερ πρότερον παύσειν ἐπὶ τοῖς λεγομένοις λυπουμένους, ἀλλʼ οὐ μᾶλλον ἀλγήσειν, ἄλλως τε κἂν φανῶ μηδὲ νῦν πω τηλικοῦτος ὢν πεπαυμένος παραληρῶν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi