218
ταῦτα δʼ αὐτοῦ διαλεχθέντος ἀπεδεξάμην μέν, οὐχ ὡς διαλυόμενόν τι τῶν κατηγορημένων, ἀλλʼ ὡς ἀποκρυπτόμενον τὸ πικρότατον τῶν τότε ῥηθέντων οὐκ ἀπαιδεύτως ἀλλὰ νοῦν ἐχόντως, καὶ περὶ τῶν ἄλλων ἀπολελογημένον σωφρονέστερον ἢ τότε παρρησιασάμενον· οὐ μὴν ἀλλʼ ἐκεῖνʼ ἐάσας περὶ αὐτῶν τούτων ἔφασκον κατηγορίαν ἔχειν πολὺ δεινοτέραν ἢ περὶ τῆς τῶν παίδων κλωπείας.
219
“ἐκείνοις μὲν γὰρ τοῖς ἐπιτηδεύμασιν ἐλυμαίνοντο τοὺς αὑτῶν παῖδας, οἷς δʼ ὀλίγῳ πρότερον σὺ διῆλθες, τοὺς Ἕλληνας ἀπώλλυσαν. ῥᾴδιον δʼ, ὡς οὕτως εἶχε ταῦτα, συνιδεῖν. οἶμαι γὰρ ἅπαντας ἂν ὁμολογῆσαι κακίστους ἄνδρας εἶναι καὶ μεγίστης ζημίας ἀξίους, ὅσοι τοῖς πράγμασι τοῖς εὑρημένοις ἐπʼ ὠφελίᾳ, τούτοις ἐπὶ βλάβῃ χρώμενοι τυγχάνουσι,
220
μὴ πρὸς τοὺς βαρβάρους μηδὲ πρὸς τοὺς ἁμαρτάνοντας μηδὲ πρὸς τοὺς εἰς τὴν αὑτῶν χώραν εἰσβάλλοντας, ἀλλὰ πρὸς τοὺς οἰκειοτάτους καὶ τῆς αὐτῆς συγγενείας μετέχοντας· ἅπερ ἐποίουν Ξπαρτιᾶται. καίτοι πῶς ὅσιόν ἐστι φάσκειν καλῶς χρῆσθαι τοῖς περὶ τὸν πόλεμον ἐπιτηδεύμασιν, οἵτινες οὓς προσῆκε σώζειν, τούτους ἀπολλύοντες ἅπαντα τὸν χρόνον διετέλεσαν;
221
ἀλλὰ γὰρ οὐ σὺ μόνος ἀγνοεῖς τοὺς καλῶς χρωμένους τοῖς πράγμασιν, ἀλλὰ σχεδὸν οἱ πλεῖστοι τῶν Ἑλλήνων. ἐπειδὰν γάρ τινας ἴδωσιν ἢ πύθωνται παρά τινων ἐπιμελῶς διατρίβοντας περὶ τὰ δοκοῦντʼ εἶναι καλὰ τῶν ἐπιτηδευμάτων, ἐπαινοῦσι καὶ πολλοὺς λόγους ποιοῦνται περὶ αὐτῶν, οὐκ εἰδότες τὸ συμβησόμενον.